Thesauros Edebiyat biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
22.2 οὐ μὴν ἀλλά, καίπερ ἐπὶ τούτῳ σφόδρα δηχθεὶς ὁ Δημήτριος, εὐθὺς παρασχόντας λαβὴν οὐχ ὑπέμεινεν ἀντιλυπῆσαι τοὺς Ῥοδίους. ἔτυχε γὰρ αὐτοῖς ὁ Καύνιος Πρωτογένης γράφων τὴν περὶ τὸν Ἰάλυσον διάθεσιν, καὶ τὸν πίνακα μικρὸν ἀπολείποντα τοῦ τέλος ἔχειν ἔν τινι τῶν προαστείων ἔλαβεν ὁ Δημήτριος. πεμψάντων δὲ κήρυκα τῶν Ῥοδίων καὶ δεομένων φείσασθαι καὶ μὴ διαφθεῖραι τὸ ἔργον, ἀπεκρίνατο τὰς τοῦ πατρὸς εἰκόνας ἂν ἐμπρῆσαι μᾶλλον ἢ τέχνης πόνον τοσοῦτον.
22.3 ἑπτὰ γὰρ ἔτεσι λέγεται συντελέσαι τὴν γραφὴν ὁ Πρωτογένης. καί φησιν ὁ Ἀπελλῆς οὕτως ἐκπλαγῆναι θεασάμενος τὸ ἔργον ὥστε καὶ φωνὴν ἐπιλιπεῖν αὐτόν, ὀψὲ δὲ εἰπεῖν ὅτι μέγας ὁ πόνος καὶ θαυμαστὸν τὸ ἔργον, οὐ μὴν ἔχειν γε χάριτας δι’ ἃς οὐρανοῦ ψαύειν τὰ ὑπʼ αὐτοῦ γραφόμενα.
22.4 ταύτην μὲν οὖν τὴν γραφὴν εἰς ταὐτὸ ταῖς ἄλλαις συνωσθεῖσαν ἐν Ῥώμῃ τὸ πῦρ ἐπενείματο. τῶν δὲ Π̔οδίων κατεξανισταμένων τοῦ πολέμου, δεόμενον προφάσεως τὸν Δημήτριον Ἀθηναῖοι παραγενόμενοι διήλλαξαν ἐπὶ τῷ συμμαχεῖν Ῥοδίους Ἀντιγόνῳ καὶ Δημητρίῳ πλὴν ἐπὶ Πτολεμαῖον.
23.1 ἐκάλουν δὲ τὸν Δημήτριον οἱ Ἀθηναῖοι Κασάνδρου τὸ ἄστυ πολιορκοῦντος. ὁ δὲ ναυσὶν ἐπιπλεύσας τριακοσίαις τριάκοντα καὶ πολλοῖς ὁπλίταις, οὐ μόνον ἐξήλασε τῆς Ἀττικῆς τὸν Κάσανδρον, ἀλλὰ καὶ φεύγοντα μέχρι Θερμοπυλῶν διώξας καὶ τρεψάμενος, Ἡράκλειαν ἔλαβεν, ἑκουσίως αὐτῷ προσθεμένην, καὶ τῶν Μακεδόνων ἑξακισχιλίους μεταβαλομένους πρὸς αὐτόν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi