Thesauros Edebiyat biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
21.2 ἔνδοθεν μὲν οὖν στέγαις διεπέφρακτο καὶ χώραις πολλαῖς, τὸ δὲ πρὸς τοὺς πολεμίους αὐτῆς μέτωπον ἀνέῳκτο καθʼ ἑκάστην στέγην θυρίσιν, καὶ διὰ τούτων ἐξέπιπτε βέλη παντοδαπά· μεστὴ γὰρ ἦν ἀνδρῶν μαχομένων πᾶσαν ἰδέαν μάχης. καὶ τὸ μὴ κραδαινόμενον αὐτῆς μηδὲ κλινόμενον ἐν ταῖς κινήσεσιν, ἀλλʼ ὀρθὸν ἐν ἕδρᾳ καὶ ἀσάλευτον, ἰσορρόπως ἅμα ῥοίζῳ καὶ τόνῳ πολλῷ προχωροῦν, θάμβος ἅμα τῇ ψυχῇ καὶ χάριν τινα τῇ ὄψει τῶν θεωμένων παρεῖχε.
21.3 πρὸς δὲ τοῦτον τὸν πόλεμον αὐτῷ καὶ θώρακες ἐκομίσθησαν ἐκ Κύπρου δύο σιδηροῖ, μνῶν ὁλκῆς ἑκάτερος τεσσαράκοντα. δυσπάθειαν δὲ καὶ ῥώμην αὐτῶν ἐπιδεικνύμενος ὁ τεχνίτης Ζωΐλος ἐκέλευσεν ἐξ εἴκοσι βημάτων ἀφεῖναι καταπελτικὸν βέλος, οὗ προσπεσόντος ἀρραγὴς διέμεινεν ὁ σίδηρος, ἀμυχὴν δὲ μόλις ἔσχεν ἀμβλεῖαν, οἷον ἀπὸ γραφείου.
21.4 τοῦτον αὐτὸς ἐφόρει· τὸν δʼ ἕτερον Ἄλκιμος ὁ Ἠπειρώτης, ἀνὴρ πολεμικώτατος τῶν σὺν αὐτῷ καὶ ῥωμαλεώτατος, ὃς μόνος ἐχρῆτο διταλάντῳ πανοπλίᾳ, τῶν ἄλλων χρωμένων ταλαντιαίᾳ· καὶ μαχόμενος ἐν Ῥόδῳ περὶ τὸ θέατρον ἔπεσεν.
22.1 εὐρώστως δὲ καὶ τῶν Ῥοδίων ἀμυνομένων, οὐδὲν ἄξιον λόγου πράττων ὁ Δημήτριος ὅμως ἐθυμομάχει πρὸς αὐτούς, ὅτι, Φίλας τῆς γυναικὸς αὐτῷ γράμματα καὶ στρώματα καὶ ἱμάτια πεμψάσης, λαβόντες τὸ πλοῖον, ὥσπερ εἶχε, πρὸς Πτολεμαῖον ἀπέστειλαν, καὶ τὴν Ἀθηναίων οὐκ ἐμιμήσαντο φιλανθρωπίαν, οἳ Φιλίππου πολεμοῦντος αὐτοῖς γραμματοφόρους ἑλόντες τὰς μὲν ἄλλας ἀνέγνωσαν ἐπιστολάς, μόνην δὲ τὴν Ὀλυμπιάδος οὐκ ἔλυσαν, ἀλλ̓, ὥσπερ ἦν κατασεσημασμένη, πρὸς ἐκεῖνον ἀπέστειλαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi