Thesauros Edebiyat biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
12.4 διὸ καὶ Φιλιππίδης ἐχθρὸς ὢν τοῦ Στρατοκλέους ἐν κωμῳδίᾳ πρὸς αὐτὸν ἐποίησε ταῦτα· δι’ ὃν ἀπέκαυσεν ἡ πάχνη τὰς ἀμπέλους, δι’ ὃν ἀσεβοῦνθʼ ὁ πέπλος ἐρράγη μέσος, τὰς τῶν θεῶν τιμὰς ποιοῦντʼ ἀνθρωπίνας. ταῦτα καταλύει δῆμον, οὐ κωμῳδία.
12.5 ἦν δὲ ὁ Φιλιππίδης Λυσιμάχου φίλος, καὶ πολλὰ δι’ αὐτὸν ὁ δῆμος εὖ ἔπαθεν ὑπὸ τοῦ βασιλέως. ἐδόκει δὲ καὶ πρὸς πρᾶξιν αὐτῷ καὶ πρὸς στρατείαν εὐσύμβολος ἀπαντήσας εἶναι καὶ ὀφθείς. ἄλλως δὲ καὶ διὰ τὸ ἦθος εὐδοκίμει, μηθὲν ἐνοχλῶν μηδʼ αὐλικῆς περιεργίας ἀναπιμπλάμενος. φιλοφρονουμένου δέ ποτε τοῦ Λυσιμάχου πρὸς αὐτὸν καὶ εἰπόντος, ὦ Φιλιππίδη, τίνος σοι τῶν ἐμῶν μεταδῶ; μόνον, ἔφη, βασιλεῦ, μὴ τῶν ἀπορρήτων. τοῦτον μὲν οὖν ἐπίτηδες ἐκείνῳ παρεθήκαμεν, τῷ ἀπὸ τοῦ βήματος τὸν ἀπὸ τῆς θυμέλης.
13.1 ὃ δὲ μάλιστα τῶν τιμῶν ὑπερφυὲς ἦν καὶ ἀλλόκοτον, ἔγραψε Δρομοκλείδης ὁ Σφήττιος ὑπὲρ τῆς τῶν ἀσπίδων ἀναθέσεως εἰς Δελφοὺς παρὰ Δημητρίου λαβεῖν χρησμόν. αὐτὴν δὲ παραγράψω τὴν λέξιν ἐκ τοῦ ψηφίσματος οὕτως ἔχουσαν· ἀγαθῇ τύχῃ.
13.2 δεδόχθαι τῷ δήμῳ χειροτονῆσαι τὸν δῆμον ἕνα ἄνδρα ἐξ Ἀθηναίων, ὅστις ἀφικόμενος πρὸς τὸν Σωτῆρα καὶ καλλιερησάμενος ἐπερωτήσει τὸν Σωτῆρα πῶς ἂν εὐσεβέστατα καὶ κάλλιστα καὶ τὴν ταχίστην ὁ δῆμος τὴν ἀποκατάστασιν ποιήσαιτο τῶν ἀναθημάτων· ὅ τι δʼ ἂν χρήσῃ, ταῦτα πράττειν τὸν δῆμον. οὕτω καταμωκώμενοι τοῦ ἀνθρώπου προσδιέφθειραν αὐτόν, οὐδὲ ἄλλως ὑγιαίνοντα τὴν διάνοιαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi