Thesauros Edebiyat biography Cicero

Cicero

Cicero Plutarch
43.3 γενομένης δὲ περὶ τόν πλοῦν διατριβῆς, καί λόγων ἀπὸ Ῥώμης, οἷα φιλεῖ, καινῶν προσπεσόντων, μεταβεβλῆσθαι μὲν Ἀντώνιον θαυμαστὴν μεταβολὴν καί πάντα πράττειν καί πολιτεύεσθαι πρὸς τὴν σύγκλητον, ἐνδεῖν δὲ τῆς ἐκείνου παρουσίας τὰ πράγματα μὴ τὴν ἀρίστην ἔχειν διάθεσιν, καταμεμψάμενος αὐτὸς αὐτοῦ τὴν πολλὴν εὐλάβειαν ἀνέστρεφεν αὖθις εἰς Ῥώμην.
43.4 καί τῶν πρώτων οὐ διημάρτανεν ἐλπίδων τοσοῦτο πλῆθος ἀνθρώπων ὑπὸ χαρᾶς καί πόθου πρὸς τὴν ἀπάντησιν ἐξεχύθη, καὶ σχεδὸν ἡμερήσιον ἀνήλωσαν χρόνον αἱ περὶ τὰς πύλας καί τὴν εἴσοδον αὐτοῦ δεξιώσεις καί φιλοφροσύναι. τῇ δʼ ὑστεραίᾳ βουλὴν συναγαγόντος Ἀντωνίου καί καλοῦντος αὐτόν οὐκ ἦλθεν, ἀλλὰ κατέκειτο μαλακῶς ἔχειν ἐκ τοῦ κόπου σκηπτόμενος.
43.5 ἐδόκει δὲ τάληθὲς ἐπιβουλῆς εἶναι φόβος ἔκ τινος ὑποψίας καί μηνύσεως καθʼ ὁδὸν αὐτῷ προσπεσούσης. Ἀντώνιος δὲ χαλεπῶς μὲν εἶχεν ἐπὶ τῇ διαβολῇ καί στρατιώτας ἔπεμψεν ἄγειν αὐτόν ἢ καταπρῆσαι τὴν οἰκίαν κελεύσας, ἐνστάντων δὲ πολλῶν καί δεηθέντων ἐνέχυρα λαβὼν μόνον ἐπαύσατο.
43.6 καί τὸ λοιπὸν οὕτως ἀντιπαρεξιόντες ἀτρέμα καί φυλαττόμενοι διετέλουν, ἄχρι οὗ Καῖσαρ ὁ νέος ἐξ Ἀπολλωνίας παραγενόμενος τόν τε κλῆρον ἀνεδέξατο τοῦ Καίσαρος ἐκείνου, καί περὶ τῶν δισχιλίων πεντακοσίων μυριάδων ἃς Ἀντώνιος ἐκ τῆς οὐσίας κατεῖχεν, εἰς διαφορὰν κατέστη πρὸς αὐτόν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi