32.3
ἐφʼ οἷς ἀθυμήσας ὥρμησεν ἐπὶ Βρεντέσιον, κἀκεῖθεν εἰς Δυρράχιον ἀνέμῳ φορῷ περαιούμενος, ἀντιπνεύσαντος πελαγίου μεθʼ ἡμέραν ἐπαλινδρόμησεν, εἶτʼ αὖθις ἀνήχθη. λέγεται δὲ καὶ καταπλεύσαντος εἰς Δυρράχιον αὐτοῦ καὶ μέλλοντος ἀποβαίνειν σεισμόν τε τῆς γῆς καὶ σπασμὸν ἅμα γενέσθαι τῆς θαλάττης. ἀφʼ ὧν συνέβαλον οἱ μαντικοὶ μὴ μόνιμον αὐτῷ τὴν φυγὴν ἔσεσθαι· μεταβολῆς γὰρ εἶναι ταῦτα σημεῖα.
32.4
πολλῶν δὲ φοιτώντων ἀνδρῶν ὑπʼ εὐνοίας καὶ τῶν Ἑλληνίδων πόλεων διαμιλλωμένων πρὸς αὑτὰς ταῖς πρεσβείαις, ὅμως ἀθυμῶν καὶ περίλυπος διῆγε τὰ πολλά, πρὸς τὴν Ἰταλίαν, ὥσπερ οἱ δυσέρωτες, ἀφορῶν, καὶ τῷ φρονήματι μικρὸς ἄγαν καὶ ταπεινὸς ὑπὸ τῆς συμφορᾶς γεγονὼς καὶ συνεσταλμένος, ὡς οὐκ ἄν τις ἄνδρα παιδείᾳ, συμβεβιωκότα τοσαύτῃ προσεδόκησε.
32.5
καίτοι πολλάκις αὐτὸς ἠξίου τοὺς φίλους μἠ ῥήτορα καλεῖν αὐτόν, ἀλλὰ φιλόσοφον φιλοσοφίαν γὰρ ὡς ἔργον ᾑρῆσθαι, ῥητορικῇ δʼ ὀργάνῳ χρῆσθαι πολιτευόμενος ἐπὶ τὰς χρείας. ἀλλʼ ἡ δόξα δεινὴ τὸν λόγον, ὥσπερ βαφὴν, ἀποκλύσαι τῆς ψυχῆς, καὶ τὰ τῶν πολλῶν ἐνομόρξασθαι πάθη διʼ ὁμιλίαν καὶ συνήθειαν τοῖς πολιτευομένοις, ἄν μή τις εὖ μάλα φυλαττόμενος οὕτω συμφέρηται τοῖς ἐκτός ὡς τῶν πραγμάτων αὐτῶν, οὐ τῶν ἐπὶ τοῖς πράγμασι παθῶν συμμεθέξων.