Thesauros Edebiyat biography Δημοσθένης

Δημοσθένης

Δημοσθένης Plutarch
26.3 ὡς δʼ ἐκεῖνοι φθεγξάμενοι τοὔνομα καὶ προσελθόντες ἐγγὺς ἐδέοντο λαβεῖν ἐφόδια παρʼ αὐτῶν, ἐπʼ αὐτὸ τοῦτο κομίζοντες ἀργύριον οἴκοθεν καὶ τούτου χάριν ἐπιδιώξαντες αὐτόν, ἅμα δὲ θαρρεῖν παρεκάλουν καὶ μὴ φέρειν ἀνιαρῶς τὸ συμβεβηκός, ἔτι μᾶλλον ἀνακλαύσασθαι τὸν Δημοσθένην καὶ εἰπεῖν πῶς δʼ οὐ μέλλω φέρειν βαρέως ἀπολειπὼν πόλιν ἐχθροὺς τοιούτους ἔχουσαν οἵους ἐν ἑτέρᾳ, φίλους εὑρεῖν οὐ ῥᾴδιόν ἐστιν;
26.4 ἤνεγκε δὲ τὴν φυγὴν μαλακῶς, ἐν Αἰγίνῃ καὶ Τροιζῆνι καθεζόμενος τὰ πολλὰ καὶ πρὸς τὴν Ἀττικὴν ἀποβλέπων δεδακρυμένος, ὥστε φωνὰς οὐκ εὐγνώμονας οὐδʼ ὁμολογούσας τοῖς ἐν τῇ πολιτείᾳ νεανιεύμασιν ἀπομνημονεύεσθαι. λέγεται γὰρ ἐκ τοῦ ἄστεος ἀπαλλαττόμενος καὶ πρὸς τὴν ἀκρόπολιν ἀνατείνας τὰς χεῖρας εἰπεῖν ὦ δέσποινα Πολιάς, τί δὴ τρισὶ τοῖς χαλεπωτάτοις χαίρεις θηρίοις, γλαυκὶ καὶ δράκοντι καὶ δήμῳ;
26.5 τοὺς δὲ προσιόντας αὐτῷ καὶ συνδιατρίβοντας νεανίσκους ἀπέτρέπε τῆς πολιτείας λέγων ὡς εἰ, δυεῖν προκειμένων ὁδῶν ἀπʼ ἀρχῆς, τῆς μὲν ἐπὶ τὸ βῆμα καὶ τὴν ἐκκλησίαν, τῆς δʼ ἄντικρυς εἰς τὸν ὄλεθρον, ἐτύγχανε προειδὼς τὰ κατὰ τὴν πολιτείαν κακά, φόβους καὶ φθόνους καὶ διαβολὰς καὶ ἀγῶνας, ἐπὶ ταύτην ἂν ὁρμήσαι τὴν εὐθὺ τοῦ θανάτου τείνουσαν.
27.1 ἀλλὰ γὰρ ἔτι φεύγοντος αὐτοῦ τὴν εἰρημένην φυγήν Ἀλέξανδρος μὲν ἐτελεύτησε, τὰ δʼ Ἑλληνικὰ συνίσταντο πάλιν, Λεωσθένους ἀνδραγαθοῦντος καί περιτειχίζοντος Ἀντίπατρον ἐν Λαμίᾳ πολιορκούμενον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi