Thesauros Edebiyat biography Δημοσθένης

Δημοσθένης

Δημοσθένης Plutarch
23.5 ταῦτα μὲν οὖν Ἀριστόβουλος ὁ Κασσανδρεὺς ἱστόρηκε. βουλευομένων δὲ τῶν Ἀθηναίων καὶ διαπορούντων, ὁ Δημάδης λαβὼν πέντε τάλαντα παρὰ τῶν ἀνδρῶν ὡμολόγησε πρεσβεύσειν καὶ δεήσεσθαι τοῦ βασιλέως ὑπὲρ αὐτῶν, εἴτε τῇ φιλίᾳ πιστεύων, εἴτε προσδοκῶν μεστὸν εὑρήσειν ὥσπερ λέοντα φόνου κεκορεσμένον. ἔπεισε δʼ οὖν καὶ παρῃτήσατο τοὺς ἄνδρας ὁ Δημάδης, καὶ διήλλαξεν αὐτῷ τὴν πόλιν.
24.1 ἀπελθόντος δὲ Ἀλεξάνδρου μεγάλοι μὲν ἦσαν οὗτοι, ταπεινὰ δʼ ἔπραττεν ὁ Δημοσθένης, κινουμένῳ δὲ Ἄγιδι τῷ Σπαρτιάτῃ βραχέα συνεκινήθη πάλιν, εἶτʼ ἔπτηξε, τῶν μὲν Ἀθηναίων οὐ συνεξαναστάντων, τοῦ δʼ Ἄγιδος πεσόντος καὶ τῶν Λακεδαιμονίων συντριβέντων. εἰσήχθη δὲ τότε καὶ ἡ περὶ τοῦ στεφάνου γραφὴ κατὰ Κτησιφῶντος, γραφεῖσα μὲν ἐπὶ Χαιρώνδου ἄρχοντος μικρὸν ἐπάνω τῶν Χαιρωνικῶν,
24.2 κριθεῖσα δʼ ὕστερον ἔτεσι δέκα ἐπʼ Ἀριστοφῶντος, γενομένη δὲ ὡς οὐδεμία τῶν δημοσίων περιβόητος διά τε τὴν δόξαν τῶν λεγόντων καὶ τὴν τῶν δικαζόντων εὐγένειαν, οἳ τοῖς ἐλαύνουσι τὸν Δημοσθένη τότε πλεῖστον δυναμένοις καὶ μακεδονίζουσιν οὐ προήκαντο τὴν κατʼ αὐτοῦ ψῆφον, ἀλλʼ οὕτω λαμπρῶς ἀπέλυσαν ὥστε τὸ πέμπτον μέρος τῶν ψήφων Αἰσχίνην μὴ μεταλαβεῖν. ἐκεῖνος μὲν οὖν εὐθὺς ἐκ τῆς πόλεως ᾤχετʼ ἀπιὼν, καὶ περὶ Ῥόδον καὶ Ἰωνίαν σοφιστεύων κατεβίωσε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi