Thesauros Edebiyat biography Ἄγις καὶ Κλεομένης

Ἄγις καὶ Κλεομένης

Ἄγις καὶ Κλεομένης Plutarch

Kitap Cleomenes

37.3 Ἱππίτας δὲ χωλὸς ὢν τῇ μὲν πρώτῃ συνεξέπεσεν ὁρμῇ προθύμως, ὡς δὲ ἑώρα σχολαίτερον πορευομένους διʼ αὐτόν, ἐκέλευσεν ἀνελεῖν καὶ μὴ διαφθείρειν τὴν πρᾶξιν, ἄχρηστον ἄνθρωπον περιμένοντας, ἔτυχε δὲ τῶν Ἀλεξανδρέων τις ἵππον ἄγων παρὰ τὰς θύρας· τοῦτον ἀφελόμενοι καὶ τὸν Ἱππίταν ἀναβαλόντες, ἐφέροντο δρόμῳ διὰ τῶν στενωπῶν καὶ παρεκάλουν τὸν ὄχλον ἐπὶ τὴν ἐλευθερίαν.
37.4 τοῖς δὲ τοσοῦτον, ὡς ἔοικεν, ἀλκῆς μετῆν ὅσον ἐπαινεῖν καὶ θαυμάζειν τὴν τοῦ Κλεομένους τόλμαν, ἀκολουθεῖν δὲ καὶ βοηθεῖν οὐδεὶς ἐθάρρει. τὸν μὲν οὖν τοῦ Χρυσέρμου Πτολεμαῖον ἐκ τῆς αὐλῆς ἐξιόντα τρεῖς εὐθὺς προσπεσόντες ἀπέκτειναν ἑτέρου δὲ Πτολεμαίου τοῦ φυλάσσοντος τὴν πόλιν ἐλαύνοντος ἅρματι πρὸς αὐτούς, ὁρμήσαντες ἐναντίοι τοὺς μὲν ὑπηρέτας καὶ δορυφόρους διεσκέδασαν, αὐτόν δὲ κατασπάσαντες ἀπὸ τοῦ ἅρματος ἀπέκτειναν.
37.5 εἶτα πρὸς τὴν ἄκραν ἐχώρουν, ἀναρρῆξαι διανοούμενοι τὸ δεσμωτήριον καὶ χρήσασθαι τῷ πλήθει τῶν δεδεμένων. ἔφθασαν δὲ φραξάμενοι καλῶς οἱ φύλακες, ὥστε καὶ ταύτης ἀποκρουσθέντα τῆς πείρας τὸν Κλεομένη διαφέρεσθαι καὶ πλανᾶσθαι κατὰ τὴν πόλιν, οὐδενὸς αὐτῷ προσχωροῦντος, ἀλλὰ φευγόντων καὶ φοβουμένων ἁπάντων.
37.6 οὕτως οὖν ἀποστὰς καὶ πρὸς τοὺς φίλους εἰπών, οὐδὲν ἦν ἄρα θαυμαστὸν ἄρχειν γυναῖκας ἀνθρώπων φευγόντων τὴν ἐλευθερίαν, παρεκάλεσε πάντας ἀξίως αὐτοῦ καὶ τῶν πεπραγμένων τελευτᾶν. καὶ πρῶτος μὲν Ἱππίτας ὑπὸ τῶν νεωτέρων τινὸς ἐπλήγη δεηθείς, ἔπειτα τῶν ἄλλων ἕκαστος εὐκόλως καὶ ἀδεῶς ἑαυτὸν ἀποσφάττει, πλὴν Παντέως τοῦ πρώτου Μεγάλην πόλιν καταλαβόντος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi