Thesauros Edebiyat biography Ἄγις καὶ Κλεομένης

Ἄγις καὶ Κλεομένης

Ἄγις καὶ Κλεομένης Plutarch

Kitap Cleomenes

16.1 τοῦτο διελυμήνατο τὰ πράγματα τῆς Ἑλλάδος, ἁμῶς γέ πως ἐκ τῶν παρόντων ἀναλαβεῖν αὑτὴν ἔτι καὶ διαφυγεῖν τὴν Μακεδόνων ὕβριν καὶ πλεονεξίαν δυναμένης, ὁ γὰρ Ἄρατος, εἴτε ἀπιστίᾳ καὶ φόβῳ τοῦ Κλεομένους, εἴτε φθονῶν εὐτυχοῦντι παρʼ ἐλπίδα καὶ νομίζων ἔτη τρία καὶ τριάκοντα πρωτεύοντος αὐτοῦ δεινὸν εἶναι τὴν δόξαν ἅμα καὶ τὴν δύναμιν ἐπιφύντα νέον ἄνδρα καθελεῖν,
16.2 καὶ παραλαβεῖν πραγμάτων ηὐξημένων ὑπʼ αὐτοῦ καὶ κεκρατημένων χρόνον τοσοῦτον ἀρχήν, πρῶτον μὲν ἐπειρᾶτο τοὺς Ἀχαιοὺς παραβιάζεσθαι καὶ διακωλύειν ὡς δὲ οὐ προσεῖχον αὐτῷ τοῦ Κλεομένους ἐκπεπληγμένοι τὸ θράσος, ἀλλὰ καὶ δικαίαν ἐποιοῦντο τὴν ἀξίωσιν τῶν Λακεδαιμονίων, εἰς τὸ πάτριον σχῆμα κοσμούντων τὴν Πελοπόννησον,
16.3 τρέπεται πρὸς ἔργον οὐδενὶ μὲν τῶν Ἑλλήνων προσῆκον, αἴσχιστον δʼ ἐκείνῳ καὶ τῶν πεπραγμένων ὑπʼ αὐτοῦ καὶ πεπολιτευμένων ἀναξιώτατον, Ἀντίγονον ἐπὶ τὴν Ἑλλάδα καλεῖν καὶ Μακεδόνων ἐμπιπλάναι τὴν Πελοποννήσου, οὓς αὐτὸς ἐκ Πελοποννήσου μειράκιον ὢν ἐξήλασεν ἐλευθερώσας τὸν Ἀκροκόρινθον, καὶ πᾶσι μὲν τοῖς βασιλεῦσιν ὕποπτος καὶ διάφορος γενόμενος, τουτονὶ δὲ αὐτὸν Ἀντίγονον εἰρηκὼς κακὰ μυρία διʼ ὧν ἀπολέλοιπεν ὑπομνημάτων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi