Thesauros Edebiyat biography Κάτων

Κάτων

Κάτων Plutarch
69.2 τί οὖν οὐ λέγετε πείθοντες ἡμᾶς ταῦτα καὶ μεταδιδάσκοντες, ἵνα τὰς προτέρας δόξας ἐκείνας καὶ λόγους, οἷς συμβεβιώκαμεν, ἐκβαλόντες καὶ γενόμενοι διὰ Καίσαρα σοφώτεροι μείζονα χάριν εἰδῶμεν αὐτῷ; καίτοι βεβούλευμαι μὲν οὐθὲν ἔγωγε περὶ ἐμαυτοῦ· δεῖ δέ με βουλευσάμενον εἶναι κύριον οἷς ἔγνωκα χρῆσθαι.
69.3 βουλεύσομαι δὲ τρόπον τινὰ μεθʼ ὑμῶν, βουλευόμενος μετὰ τῶν λόγων οἷς καὶ ὑμεῖς φιλοσοφοῦντες χρῆσθε· θαρροῦντες οὖν ἄπιτε, καὶ κελεύετε τὸν υἱόν ἃ μὴ δύναται τὸν πατέρα πείθειν μὴ βιάζεσθαι.
70.1 πρὸς ταῦτά μηθὲν ἀντειπόντες οἱ περὶ τὸν Δημήτριον, ἀλλὰ δακρύσαντες ὑπεξῆλθον. εἰσπέμπεται δὲ διὰ παιδίου μικροῦ τὸ ἐγχειρίδιον καὶ λαβὼν ἐσπάσατο καὶ κατενόησεν. ὡς δὲ εἶδεν ἑστῶτα τὸν ἀθέρα καὶ τὴν ἀκμὴν διαμένουσαν, εἰπὼν, νῦν ἐμός εἰμι, τὸ μὲν ξίφος ἔθηκε, τὸ δὲ βιβλίον αὖθις ἀνεγίνωσκε, καὶ λέγεται δὶς ὅλον διεξελθεῖν.
70.2 εἶτα κοιμηθεὶς ὕπνον βαθύν, ὥστε τοὺς ἐκτὸς αἰσθέσθαι, περὶ μέσας νύκτας ἐκάλει τῶν ἀπελευθέρων Κλεάνθην τὸν ἰατρὸν καὶ Βούταν, ᾧ μάλιστα πρὸς τὰς πολιτικὰς πράξεις ἐχρῆτο. καὶ τοῦτον μὲν ἐπὶ θάλατταν ἔπεμψεν, ὅπως σκεψάμενος εἰ πάντες ἀνηγμένοι τυγχάνουσι, φράσοι πρὸς αὐτόν τῷ δὲ ἰατρῷ τὴν χεῖρα φλεγμαίνουσαν ὑπὸ τῆς πληγῆς ἣν ἔπληξε τὸν οἰκέτην, ἐπιδῆσαι παρέσχε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi