Thesauros Edebiyat biography Κάτων

Κάτων

Κάτων Plutarch
68.3 διατριβῆς δὲ γινομένης καὶ μηδενὸς κομίζοντος, ἐξαναγνοὺς τὸ βιβλίον αὖθις ἐκάλει καθʼ ἕνα τῶν οἰκετῶν καὶ μᾶλλον ἐνέτεινε τὴν φωνὴν τὸ ξίφος ἀπαιτῶν· ἑνὸς δὲ καὶ πὺξ τὸ στόμα πατάξας ᾕμαξε τὴν αὐτοῦ χεῖρα, χαλεπαίνων καὶ βοῶν ἤδη μέγα παραδίδοσθαι τῷ πολεμίῳ γυμνὸς ὑπὸ τοῦ παιδὸς αὐτοῦ καὶ τῶν οἰκετῶν, ἄχρι οὗ κλαίων ὁ υἱὸς εἰσέδραμε μετὰ τῶν φίλων καὶ περιπεσὼν ὠδύρετο καὶ καθικέτευεν.
68.4 ὁ δὲ Κάτων ἐξαναστὰς ἐνέβλεψέ τε δεινὸν καὶ πότε, εἶπεν, ἐγὼ καὶ ποῦ λέληθα παρανοίας ἡλωκώς, ὅτι διδάσκει μέν οὐδεὶς οὐδεὶς μεταπείθει περὶ ὧν δοκῶ κακῶς βεβουλεῦσθαι, κωλύομαι δὲ χρῆσθαι τοῖς ἐμαυτοῦ λογισμοῖς καὶ παροπλίζομαι; τί δʼ οὐχὶ καὶ συνδεῖς, ὦ γενναῖε, τόν πατέρα καὶ τὰς χεῖρας ἀποστρέφεις, μέχρι ἂν ἐλθὼν Καῖσαρ εὕρῃ με μηδὲ ἀμύνασθαι δυνάμενον;
68.5 οὐ γὰρ ἐπʼ ἐμαυτόν γε δέομαι ξίφους, ὅπου καὶ τὸ πνεῦμα βραχὺν χρόνον ἐπισχόντα καὶ τὴν κεφαλὴν ἅπαξ πατάξαντα πρὸς τὸν τοῖχον ἀποθανεῖν ἔνεστι.
69.1 ταῦτα λέγοντος αὐτοῦ τὸ μὲν μειράκιον ἐξῆλθε μετὰ κλαυθμοῦ καὶ πάντες οἱ λοιποί· τῷ δὲ Δημητρίῳ καὶ τῷ Ἀπολλωνίδῃ μόνοις ὑπολειφθεῖσι πρᾳότερον ἤδη λαλῶν, ἦ που καὶ ὑμῖν, ἔφη, δέδοκται βίᾳ κατέχειν ἄνδρα τοσοῦτον ἡλικίας ἐν τῷ βίῳ καὶ καθημένους αὐτοῦ σιωπῇ παραφυλάσσειν, ἢ λόγον ἥκετε κομίζοντες ὡς οὐ δεινὸν οὐδὲ αἰσχρόν ἐστιν ἀποροῦντα σωτηρίας ἑτέρας Κάτωνα τὴν ἀπὸ τοῦ πολεμίου περιμένειν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi