Thesauros Edebiyat biography Κάτων

Κάτων

Κάτων Plutarch
57.3 ἀξιούντων δὲ πάντων ἄρχειν αὐτόν, καὶ πρώτων τῶν περὶ Σκηπίωνα καί Οὐᾶρον ἐξισταμένων καί παραδιδόντων τὴν ἡγεμονίαν, οὐκ ἔφη καταλύσειν τοὺς νόμους περὶ ὧν τῷ καταλύοντι πολεμοῦσιν, οὐδὲ ἑαυτὸν ἀντιστράτηγον ὄντα παρόντος ἀνθυπάτου προτάξειν. ἀνθύπατος γὰρ ὁ Σκηπίων ἀπεδέδεικτο, καί θάρσος εἶχον οἱ πολλοὶ διὰ τοὔνομα, κατορθώσειν ἄρχοντος ἐν Λιβύῃ Σκηπίωνος.
58.1 ἐπεὶ μέντοι τὴν ἀρχὴν ὁ Σκηπίων παραλαβὼν εὐθὺς ἐβούλετο Ἰόβᾳ χαριζόμενος Ἰτυκαίους ἡβηδὸν ἀποκτεῖναι καί κατασκάψαι τὴν πόλιν ὡς τὰ Καίσαρος φρονοῦσαν, οὐχ ὑπέμεινεν ὁ Κάτων, ἀλλὰ μαρτυρόμενος καί κεκραγὼς ἐν τῷ συνεδρίῳ καί θεοκλυτῶν μόλις ἐξείλετο τῆς ὠμότητος αὐτῶν τοὺς ἀνθρώπους·
58.2 καί τὰ μὲν αὐτῶν δεηθέντων, τὰ δὲ τοῦ Σκηπίωνος ἀξιοῦντος, ἀνεδέξατο φρουρήσειν τὴν πόλιν, ὡς μήτε ἄκουσα μήτε ἑκοῦσα Καίσαρι προσγένοιτο. καί γὰρ ἦν εἰς ἅπαντα τὸ χωρίον ὠφέλιμον καί διαρκὲς τοῖς ἔχουσιν ἔτι δὲ μᾶλλον ὑπὸ τοῦ Κάτωνος ἐρρώσθη. καί γὰρ σῖτον εἰσήγαγεν ὑπερβάλλοντα πλήθει καί κατεσκεύαζε τὰ τείχη πύργους ἐπαιρόμενος καί τάφρους ὀχυρὰς καί χαρακώματα πρὸ τῆς πόλεως βαλλόμενος.
58.3 Ἰτυκαίων δὲ τοὺς μὲν ἡβῶντας ἐν τοῖς χαρακώμασιν ἔταξεν οἰκεῖν, τὰ ὅπλα παραδόντας αὐτῷ, τοὺς δὲ ἄλλους ἐν τῇ πόλει συνεῖχεν, ἰσχυρῶς ἐπιμελόμενος μὴ ἀδικεῖσθαι μηδὲ πάσχειν κακῶς ὑπὸ τῶν Ῥωμαίων. ὅπλα δὲ πολλὰ καί χρήματα καί σῖτον ἐξέπεμψε τοῖς ἐπὶ στρατοπέδου, καί ὅλως εἶχε τοῦ πολέμου τὴν πόλιν ταμιεῖον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi