42.5
παρορμῆσαι δὲ τοὺς πολίτας ἐπὶ Πομπήϊον καὶ Κράσσον ὡς τοιαῦτα συνειδότας αὑτοῖς, καὶ τοιαύτης ἁπτομένους πολιτείας διʼ ἣν ἔδεισαν Κάτωνα, μὴ στρατηγὸς αὑτῶν περιγένηται. τέλος δὲ ἀπιόντα εἰς τὴν οἰκίαν προὔπεμψε πλῆθος τοσοῦτον ὅσον οὐδὲ σύμπαντας ἅμα τοὺς ἀποδεδειγμένους στρατηγούς.
43.1
Γαΐου δὲ Τρεβωνίου γράψαντος νόμον ὑπὲρ νομῆς ἐπαρχιῶν τοῖς ὑπάτοις, ὥστε τὸν μὲν Ἰβηρίαν ἔχοντα καὶ Λιβύην ὑφʼ αὑτῷ, τὸν δὲ Συρίαν καὶ Αἴγυπτον, οἷς βούλοιντο πολεμεῖν καὶ καταστρέφεσθαι ναυτικαῖς καὶ πεζικαῖς δυνάμεσιν ἐπιόντας, οἱ μὲν ἄλλοι τὴν ἀντίπραξιν καὶ κώλυσιν ἀπεγνωκότες ἐξέλιπον καὶ τὸ ἀντειπεῖν, Κάτωνι δὲ ἀναβάντι πρὸ τῆς ψηφοφορίας ἐπὶ τὸ βῆμα καὶ βουλομένῳ λέγειν μόλις ὡρῶν δυεῖν λόγον ἔδωκαν.
43.2
ὡς δὲ πολλὰ λέγων καὶ διδάσκων καὶ προθεσπίζων κατανάλωσε τὸν χρόνον, οὐκέτι λέγειν αὐτὸν εἴων, ἀλλʼ ἐπιμένοντα κατέσπασεν ὑπηρέτης προσελθών. ὡς δὲ καὶ κάτωθεν ἱστάμενος ἐβόα καὶ τοὺς ἀκούοντας καὶ συναγανακτοῦντας εἶχε, πάλιν ὁ ὑπηρέτης ἐπιλαβόμενος καὶ ἀγαγὼν αὐτὸν ἔξω τῆς ἀγορᾶς κατέστησε.
43.3
καὶ οὐκ ἔφθη πρῶτον ἀφεθείς, καὶ πάλιν ἀναστρέψας ἵετο πρὸς τὸ βῆμα μετὰ κραυγῆς ἐγκελευόμενος τοῖς πολίταις ἀμύνειν. πολλάκις δὲ τούτου γενομένου περιπαθῶν ὁ Τρεβώνιος ἐκέλευσεν αὐτὸν εἰς τὸ δεσμωτήριον ἄγεσθαι καὶ πλῆθος ἐπηκολούθει λέγοντος ἅμα σὺν τῷ βαδίζειν ἀκροώμενον, ὥστε δείσαντα τὸν Τρεβώνιον ἀφεῖναι.