Thesauros Edebiyat biography Κάτων

Κάτων

Κάτων Plutarch
2.4 ἐπεὶ δὲ πολὺν χρόνον οὕτω διεκαρτέρησεν ὁ Κάτων ἀνέκπληκτος καί ἀδεής, καταθέμενος αὐτὸν Πομπαίδιος ἡσυχῇ πρὸς τοὺς φίλους εἶπεν· οἷον εὐτύχημα τῆς Ἰταλίας ὅτι παῖς οὗτός ἐστιν· εἰ δὲ ἀνὴρ ἦν, μίαν οὐκ ἂν οἶμαι ψῆφον ἡμῖν ἐν τῷ δήμῳ γίνέσθαι.
2.5 πάλιν δὲ συγγενοῦς τινος ἐν γενεθλίοις καλέσαντος ἐπὶ δεῖπνον ἄλλους τε παῖδας καί τοὺς περὶ Κάτωνα, σχολὴν ἄγοντες ἔν τινι μέρει τῆς οἰκίας ἔπαιζον αὐτοὶ καθʼ ἑαυτοὺς ἀναμεμιγμένοι νεώτεροι καί πρεσβύτεροι, τὸ δὲ παιζόμενον ἦν δίκαι καί κατηγορίαι καί ἀγωγαὶ τῶν ἁλισκομένων.
2.6 εἷς οὖν τῶν ἑαλωκότων παίδων εὐπρεπὴς τὴν ὄψιν ὑπὸ πρεσβυτέρου παιδὸς ἀχθεὶς εἴς τι δωμάτιον καί εἱρχθείς ἐπεκαλεῖτο τὸν Κάτωνα, ταχὺ δὴ τὸ γινόμενον συνεὶς ἧκεν ἐπὶ τὰς θύρας ὁ Κάτων, καί διωσάμενος τοὺς προεστῶτας καί διακωλύοντας ἐξήγαγε τὸν παῖδα· καί μετʼ ὀργῆς ἔχων ἀπῆλθεν οἴκαδε, καί παῖδες ἕτεροι συνηκολούθησαν.
3.1 οὕτω δʼ ἦν περιβόητος ὥστʼ, ἐπειδὴ Σύλλας τὴν παιδικὴν καὶ ἱερὰν ἱπποδρομίαν, ἣν καλοῦσι Τροίαν, ἐπὶ θέᾳ διδάσκων καὶ συναγαγὼν τοὺς εὐγενεῖς παῖδας ἀπέδειξεν ἡγεμόνας δύο, τὸν μὲν ἕτερον οἱ παῖδες ἐδέξαντο διὰ τὴν μητέρα Μετέλλης γὰρ ἦν υἱός, τῆς Σύλλα γυναικός, τὸν δὲ ἕτερον, ἀδελφιδοῦν ὄντα Πομπηΐου, Σέξτον, οὐκ εἴων οὐδὲ ἐβούλοντο μελετᾶν οὐδὲ ἕπεσθαι, πυνθανομένου δὲ τοῦ Σύλλα τίνα βούλοιντο, πάντες ἐβόησαν Κάτωνα, καὶ ὅ γε Σέξτος αὐτὸς εἴξας παρῆκεν ὡς κρείττονι τὴν φιλοτιμίαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi