Thesauros Edebiyat biography Κάτων

Κάτων

Κάτων Plutarch
22.4 Καῖσαρ δὲ ἀναστάς, ἅτε δὴ καὶ δεινὸς εἰπεῖν καὶ πᾶσαν ἐν τῇ πόλει μεταβολὴν καὶ κίνησιν ὥσπερ ὕλην ὧν αὐτὸς διενοεῖτο βουλόμενος αὔξειν μᾶλλον ἢ σβεννυμένην περιορᾶν, ἐπαγωγὰ πολλὰ καὶ φιλάνθρωπα διαλεχθείς ἀποκτεῖναι μὲν ἀκρίτους οὐκ εἴα τοὺς ἄνδρας, εἱρχθέντας δὲ τηρεῖν ἐκέλευσεν,
22.5 οὕτω δὲ τὰς γνώμας μετέστησε τῆς βουλῆς, φοβηθείσης τὸν δῆμον, ὥστε καὶ Σιλανὸν ἔξαρνον εἶναι καὶ λέγειν ὡς οὐδʼ αὐτὸς εἴποι θάνατον, ἀλλὰ εἱργμόν· ἔσχατον γὰρ ἀνδρὶ Ῥωμαίῳ τοῦτο κακῶν ἁπάντων.
23.1 γενομένης δὲ τοιαύτης τῆς τροπῆς καὶ ἁπάντων ἐπὶ τὸ πρᾳότερον ῥυέντων καὶ φιλανθρωπότερον, ὁ Κάτων πρὸς τὴν γνώμην ἀναστὰς εὐθὺς ἵετο τῷ λόγῳ μετʼ ὀργῆς καὶ πάθους, τόν τε Σιλανὸν κακίζων τῆς μεταβολῆς, καὶ καθαπτόμενος τοῦ Καίσαρος ὡς σχήματι δημοτικῷ καὶ λόγῳ φιλανθρώπῳ τὴν πόλιν ἀνατρέποντος,
23.2 καὶ δεδιττομένου τὴν βουλὴν ἐφʼ οἷς αὐτὸν ἔδει δεδιέναι καὶ ἀγαπᾶν εἰ τῶν γεγονότων ἀθῷος ἀπαλλάξει καὶ ἀνύποπτος, οὕτως περιφανῶς καὶ ἰταμῶς τοὺς κοινοὺς ἐξαρπάζων πολεμίους καὶ τὴν παρʼ οὐδὲν ἐλθοῦσαν ἀπολέσθαι πατρίδα τοιαύτην καὶ τοσαύτην ὁμολογῶν μὴ ἐλεεῖν, ἀλλʼ οὓς ἔδει μὴ γενέσθαι μηδὲ φῦναι δακρύων καὶ ἀνακλαιόμενος, εἰ φόνων μεγάλων καὶ κινδύνων ἀπαλλάξουσι τὴν πόλιν ἀποθανόντες.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi