Thesauros Edebiyat biography Κάτων

Κάτων

Κάτων Plutarch
19.3 ἐνστὰς δέ ποτε Κλωδίῳ τῷ δημαγωγῷ κινοῦντι καὶ ταράττοντι μεγάλων ἀρχὰς νεωτερισμῶν καὶ διαβάλλοντι πρὸς τὸν δῆμον ἱερεῖς καὶ ἱερείας, ἐν οἷς καὶ Φαβία Τερεντίας ἀδελφὴ, τῆς Κικέρωνος γυναικὸς, ἐκινδύνευσε, τὸν μὲν Κλώδιον αἰσχύνῃ περιβαλὼν ἠνάγκασεν ὑπεκστῆναι τῆς πόλεως, τοῦ δὲ Κικέρωνος εὐχαριστοῦντος, τῇ πόλει δεῖν ἔχειν ἔφη χάριν αὐτόν, ὡς ἐκείνης ἕνεκα πάντα ποιῶν καὶ πολιτευόμενος.
19.4 ἐκ τούτου μεγάλη δόξα περὶ αὐτὸν ἦν, ὥστε ῥήτορα μὲν, δίκῃ τινὶ μαρτυρίας μιᾶς φερομένης, εἰπεῖν πρὸς τοὺς δικαστάς ὡς ἑνὶ μαρτυροῦντι προσέχειν, οὐδὲ Κάτωνι, καλῶς ἔχει, πολλοὺς δὲ ἤδη περὶ τῶν ἀπίστων καὶ παραδόξων, ὥσπερ ἐν παροιμίᾳ τινὶ, λέγειν ὅτι τοῦτο μὲν οὐδὲ Κάτωνος λέγοντος πιθανόν ἐστι.
19.5 μοχθηροῦ δὲ ἀνθρώπου καὶ πολυτελοῦς λόγον ἐν συγκλήτῳ διαθεμένου πρὸς εὐτέλειαν καὶ σωφρονισμόν ἐπαναστὰς Ἀμναῖος, ὦ ἄνθρωπε, εἶπε, τίς ἀνέξεταί σου δειπνοῦντος μὲν ὡς Λευκόλλου, οἰκοδομοῦντος δὲ ὡς Κράσσου, δημηγοροῦντος δὲ ἡμῖν ὡς Κάτωνος; καὶ τῶν ἄλλων δὲ τοὺς φαύλους καὶ ἀκολάστους, τοῖς λόγοις δὲ σεμνοὺς καὶ αὐστηρούς χλευάζοντες ἐκάλουν Κάτωνας.
20.1 πολλῶν δὲ αὑτὸν ἐπὶ δημαρχίαν καλούντων οὐκ ᾤετο καλῶς ἔχειν μεγάλης ἐξουσίας καὶ ἀρχῆς, ὥσπερ ἰσχυροῦ φαρμάκου, δύναμιν ἐν πράγμασιν οὐκ ἀναγκαίοις ἐξαναλῶσαι. καὶ ἅμα, σχολῆς οὔσης τῶν δημοσίων, παραλαβὼν βιβλία καὶ φιλοσόφους ἐβάδιζεν εἰς Λευκανίαν, ἀγροὺς αὐτόθι κεκτημένος ἔχοντας οὐκ ἀνελευθέρους διατριβάς·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi