Thesauros Edebiyat biography Κάτων

Κάτων

Κάτων Plutarch
1.4 ἔοικε δὲ καὶ τὸ δύσπειστον τῷ Κάτωνι ποιεῖν ἐργωδεστέραν τὴν μάθησιν· πάσχειν γάρ τι τὸ μανθάνειν ἀτεχνῶς ἐστι, καὶ τὸ πείθεσθαι ταχὺ τοῖς ἧττον ἀντέχειν δυναμένοις συμβέβηκε. διὸ πείθονται μᾶλλον νέοι γερόντων καὶ νοσοῦντες ὑγιαινόντων, καὶ ὅλως ἐν οἷς τὸ ἀποροῦν ἀσθενέστατόν ἐστι, ῥᾷστον τὸ προστιθέμενον.
1.5 τῷ μέντοι παιδαγωγῷ τὸν Κάτωνα πείθεσθαι μὲν λέγουσι καὶ ποιεῖν ἅπαν τὸ προσταττόμενον, ἑκάστου δὲ τὴν αἰτίαν ἀπαιτεῖν καὶ τὸ διὰ τί πυνθάνεσθαι. καὶ γὰρ ἦν χαρίεις ὁ παιδαγωγὸς αὐτοῦ καὶ λόγον ἔχων τοῦ κονδύλου προχειρότερον, ὄνομα Σαρπηδών.
2.1 ἔτι δὲ παιδὸς τοῦ Κάτωνος ὄντος ἔπραττον οἱ σύμμαχοι τῶν Ῥωμαίων ὅπως μεθέξουσι τῆς ἐν Ῥώμῃ πολιτείας· καί τις Πομπαίδιος Σίλλων, ἀνὴρ πολεμικὸς καί μέγιστον ἔχων ἀξίωμα, τοῦ δὲ Δρούσου φίλος, κατέλυσε παρʼ αὐτῷ πλείονας ἡμέρας, ἐν αἷς γεγονὼς τοῖς παιδίοις συνήθης, ἄγε, εἶπεν, ὅπως ὑπὲρ ἡμῶν δεήσεσθε τοῦ θείου συναγωνίσασθαι περὶ τῆς πολιτείας.
2.2 ὁ μὲν οὖν Καιπίων διαμειδιάσας ἐπένευσε, τοῦ δὲ Κάτωνος οὐδὲν ἀποκριναμένου καί βλέποντος εἷς τοὺς ξένους ἀτενὲς καί βλοσυρόν, ὁ Πομπαίδιος, σὺ δέ, εἶπεν, ἡμῖν, ὦ νεανία, τί λέγεις; οὐχ οἷος εἶ τοῖς ξένοις συλλαμβάνεσθαι πρὸς τὸν θεῖον, ὥσπερ ὁ ἀδελφός;
2.3 μὴ φθεγγομένου δὲ τοῦ Κάτωνος, ἀλλὰ τῇ σιωπῇ καί τῷ προσώπῳ δοκοῦντος ἀπολέγεσθαι τὴν δέησιν, ἀράμενος αὐτὸν ὁ Πομπαίδιος ὑπὲρ θυρίδος ὡς ἀφήσων ὁμολογεῖν ἐκέλευεν ἢ ῥίψειν ἔφασκεν, ἅμα τῇ τε φωνῇ τραχυτέρᾳ χρώμενος καί ταῖς χερσὶν ἀπηρτημένον τὸ σῶμα πολλάκις ὑπὲρ τῆς θυρίδος κραδαίνων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi