31.1
ἐπεὶ δὲ Ἀντίπατρος ἀποδείξας Πολυσπέρχοντα στρατηγόν, Κάσανδρον δὲ χιλίαρχον, ἐξέλιπεν, εὐθὺς διαναστὰς ὁ Κάσανδρος καὶ προκαταλαμβάνων τὰ πράγματα πέμπει κατὰ τάχος Νικάνορα τῷ Μενύλλῳ διάδοχον τῆς φρουραρχίας, πρὶν ἔκδηλον τὸν Ἀντιπάτρου θάνατον γενέσθαι κελεύσας τὴν Μουνυχίαν παραλαβεῖν.
31.2
γενομένου δὲ τούτου, καὶ μεθʼ ἡμέρας ὀλίγας πυθομένων τῶν Ἀθηναίων ὅτι τέθνηκεν ὁ Ἀντίπατρος, ἐν αἰτίαις ὁ Φωκίων ἦν καὶ κακῶς ἤκουεν ὡς προαισθόμενος καὶ κατασιωπήσας χάριτι τοῦ Νικάνορος. ὁ δὲ τούτων μὲν οὐκ ἐφρόντιζεν, ἐντυγχάνων δὲ τῷ Νικάνορι καὶ διαλεγόμενος εἴς τε τἆλλα τοῖς Ἀθηναίοις πρᾷον αὐτὸν καὶ κεχαρισμένον παρεῖχε, καὶ φιλοτιμίας τινὰς ἔπεισε καὶ δαπάνας ὑποστῆναι γενόμενον ἀγωνοθέτην.
32.1
ἐν τούτῳ δὲ καὶ Πολυσπέρχων, τὴν τοῦ βασιλέως ἐπιμέλειαν ἔχων ὑφʼ ἑαυτῷ καὶ καταπολιτευόμενος τὸν Κάσανδρον, ἔπεμψεν ἐπιστολὴν τοῖς ἐν ἄστει γεγραμμένην, ὡς τοῦ βασιλέως ἀποδιδόντος αὐτοῖς τὴν δημοκρατίαν καὶ πολιτεύεσθαι κατὰ τὰ πάτρια πάντας Ἀθηναίους κελεύοντος.
32.2
ἦν δὲ τοῦτο κατὰ τοῦ Φωκίωνος ἐπιβουλή, συσκευαζόμενος γὰρ εἰς ἑαυτόν, ὡς μικρὸν ὕστερον ἔδειξε τοῖς ἔργοις, ὁ Πολυσπέρχων τὴν πόλιν, οὐδὲν ἤλπιζε περαίνειν μὴ τοῦ Φωκίωνος ἐκπεσόντος· ἐκπεσεῖσθαι δὲ ἐκεῖνον ἅμα τῶν ἀπεψηφισμένων ἐπιχυθέντων τῇ πολιτείᾳ καὶ πάλιν τὸ βῆμα δημαγωγῶν κατασχόντων καὶ συκοφαντῶν.