Thesauros Edebiyat biography Φωκίων

Φωκίων

Φωκίων Plutarch
10.3 ἔστι δέ, οἶμαι, χαλεπόν, οὐ μὴν ἀδύνατον, ὥσπερ οἶνον, καὶ ἄνθρωπον τὸν αὐτὸν ἡδὺν ἅμα καὶ αὐστηρὸν εἶναι· καθάπερ ἕτεροι πάλιν, φαινόμενοι γλυκεῖς, ἀηδέστατοι τοῖς χρωμένοις εἰσὶ καὶ βλαβερώτατοι. καίτοι φασὶν Ὑπερείδην ποτὲ εἰπεῖν πρὸς τὸν δῆμον, ἄνδρες Ἀθηναῖοι, μὴ σκοπεῖτε μόνον εἰ πικρός, ἀλλʼ εἰ προῖκά εἰμι πικρός, ὥσπερ τῇ πλεονεξίᾳ μόνον ἐπαχθεῖς καὶ λυπηροὺς ὄντας, οὐχὶ μᾶλλον, ὅσοι πρὸς ὕβριν καὶ φθόνον ἢ ὀργὴν ἢ φιλονεικίαν τινὰ χρῶνται τῷ δύνασθαι, τούτους δεδιότων καὶ προβαλλομένων τῶν πολλῶν.
10.4 Φωκίων τοίνυν ἔχθρᾳ μὲν οὐδένα τῶν πολιτῶν κακῶς ἐποίησεν, οὐδὲ ἐνόμιζεν ἐχθρόν ἀλλʼ ὅσον ἔδει μόνον τῶν ἐνισταμένων οἷς ἔπραττεν ὑπὲρ τῆς πατρίδος κατεξαναστῆναι τραχὺς ὢν καὶ δυσεκβίαστος καὶ ἀπαραίτητος, εἰς τὸν ἄλλον βίον εὐμενῆ πᾶσι καὶ κοινὸν καὶ φιλάνθρωπον ἑαυτὸν παρεῖχεν, ὥστε καὶ πταίσασι βοηθεῖν καὶ κινδυνεύουσι συνεξετάζεσθαι τοῖς διαφόροις.
10.5 ἐγκαλούντων δὲ τῶν φίλων ὅτι πονηρῷ τινι κρινομένῳ συνεῖπε, τοὺς χρηστοὺς ἔφη μὴ δεῖσθαι βοηθείας. Ἀριστογείτονος δὲ τοῦ συκοφάντου μετὰ τὴν καταδίκην πέμψαντος καὶ δεηθέντος ἐλθεῖν πρὸς αὐτόν, ὑπακούσας ἐβάδιζεν εἰς τὸ δεσμωτήριον· οὐκ ἐώντων δὲ τῶν φίλων, ἐάσατε, εἶπεν, ὦ μακάριοι· ποῦ γὰρ ἄν τις ἥδιον Ἀριστογείτονι συμβάλοι;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi