Thesauros Edebiyat biography Καῖσαρ

Καῖσαρ

Καῖσαρ Plutarch
40.1 τοῦτο τὴν Πομπηΐου στρατιὰν ἐπῆρε καί τοὺς περὶ αὐτὸν ἡγεμόνας ὡς ἡττημένου καί φεύγοντος ἔχεσθαι Καίσαρος. αὐτὸς μὲν γὰρ εὐλαβῶς εἶχε Πομπήϊος ἀναρρῖψαι μάχην περὶ τηλικούτων, καί παρεσκευασμένος ἄριστα πᾶσι πρὸς τὸν χρόνον ἠξίου τρίβειν καί μαραίνειν τὴν τῶν πολεμίων ἀκμήν βραχεῖαν οὖσαν. τὸ γάρ τοι μαχιμώτατον τῆς Καίσαρος δυνάμεως ἐμπειρίαν μὲν εἶχε καί τόλμαν ἀνυπόστατον πρὸς τοὺς ἀγῶνας,
40.2 ἐν δὲ ταῖς πλάναις καί ταῖς στρατοπεδείαις καί τειχομαχοῦντες καί νυκτεγερτοῦντες ἐξέκαμνον ὑπὸ γήρως, καί βαρεῖς ἦσαν τοῖς σώμασι πρὸς τοὺς πόνους, διʼ ἀσθένειαν ἐγκαταλείποντες τὴν προθυμίαν. τότε δὲ καί τι νόσημα λοιμῶδες ἐλέχθη, τὴν ἀτοπίαν τῆς διαίτης ποιησάμενον ἀρχήν, ἐν τῇ στρατιᾷ περιφέρεσθαι τῇ Καίσαρος, καί τὸ μέγιστον, οὔτε χρήμασιν ἐρρωμένος οὔτε τροφῆς εὐπορῶν χρόνου βραχέος ἐδόκει περὶ αὑτῷ καταλυθήσεσθαι.
41.1 διὰ ταῦτα Πομπήϊον μάχεσθαι μὴ βουλόμενον μόνος ἐπῄνει Κάτων φειδοῖ τῶν πολιτῶν ὅς γε καὶ τοὺς πεσόντας ἐν τῇ μάχῃ τῶν πολεμίων εἰς χιλίους τὸ πλῆθος γενομένους ἰδών ἀπῆλθεν ἐγκαλυψάμενος καὶ καταδακρύσας. οἱ δʼ ἄλλοι πάντες ἐκάκιζον τὸν Πομπήϊον φυγομαχοῦντα, καὶ παρώξυνον Ἀγαμέμνονα καὶ βασιλέα βασιλέων ἀποκαλοῦντες, ὡς δὴ μὴ βουλόμενον ἀποθέσθαι τὴν μοναρχίαν, ἀλλʼ ἀγαλλόμενον ἡγεμόνων τοσούτων ἐξηρτημένων αὐτοῦ καὶ φοιτώντων ἐπὶ σκηνήν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi