Thesauros Edebiyat biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
60.2 νυκτὸς δὲ χειμερίου καὶ ἀσελήνου λαβόντα τῶν πεζῶν μέρος, ἱππεῖς δὲ τοὺς κρατίστους, καὶ προελθόντα πόρρω τῶν πολεμίων διαπερᾶσαι πρὸς νῆσον οὐ μεγάλην. ἐνταῦθα δὲ ῥαγδαίου μὲν ἐκχυθέντος ὄμβρου, πρηστήρων δὲ πολλῶν καὶ κεραυνῶν εἰς τὸ στρατόπεδον φερομένων, ὅμως ὁρῶν ἀπολλυμένους τινὰς καὶ συμφλεγομένους ὑπὸ τῶν κεραυνῶν ἀπὸ τῆς νησῖδος ἄρας προσφέρεσθαι ταῖς ἀντιπέρας ὄχθαις.
60.3 τραχὺν δὲ τὸν Ὑδάσπην ὑπὸ τοῦ χειμῶνος ἐπιόντα καὶ μετέωρον, ἔκρηγμα ποιῆσαι μέγα, καὶ πολὺ μέρος ἐκείνῃ φέρεσθαι τοῦ ῥεύματος· αὐτοὺς δὲ δέξασθαι τὸ μέσον οὐ βεβαίως, ἅτε δὴ συνολισθάνον καὶ περιρρηγνύμενον. ἐνταῦθα δὲ εἰπεῖν φασιν αὐτόν· ὦ Ἀθηναῖοι, ἆρά γε πιστεύσαιτε ἂν ἡλίκους ὑπομένω κινδύνους ἕνεκα τῆς παρʼ ὑμῖν εὐδοξίας;
60.4 ἀλλὰ τοῦτο μὲν Ὀνησίκριτος εἴρηκεν, αὐτὸς δέ φησι τὰς σχεδίας ἀφέντας αὐτοὺς μετὰ τῶν ὅπλων τὸ ἔκρηγμα διαβαίνειν ἄχρι μαστῶν βρεχομένους, διαβὰς δὲ τῶν πεζῶν εἴκοσι σταδίους προϊππεῦσαι, λογιζόμενος, εἰ μὲν οἱ πολέμιοι τοῖς ἵπποις προσβάλοιεν, πολὺ κρατήσειν, εἰ δὲ κινοῖεν τὴν φάλαγγα, φθήσεσθαι τοὺς πεζοὺς αὐτῷ προσγενομένους θάτερον δὲ συμβῆναι.
60.5 τῶν γάρ ἱππέων χιλίους καὶ τῶν ἁρμάτων ἑξήκοντα συμπεσόντα τρεψάμενος, τὰ μὲν ἅρματα λαβεῖν ἅπαντα, τῶν δʼ ἱππέων ἀνελεῖν τετρακοσίους, οὕτω δὴ συμφρονήσαντα τὸν Πῶρον ὡς αὐτὸς εἴη διαβεβηκὼς Ἀλέξανδρος, ἐπιέναι μετὰ πάσης τῆς δυνάμεως, πλὴν ὅσον ἐμποδὼν εἶναι τοῖς διαβαίνουσι τῶν Μακεδόνων ἀπέλιπε. φοβηθεὶς δὲ τὰ θηρία καὶ τὸ πλῆθος τῶν πολεμίων αὐτὸς μὲν ἐνσεῖσαι κατὰ θάτερον κέρας, Κοῖνον δὲ τῷ δεξιῷ προσβαλεῖν κελεῦσαι,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi