Thesauros Edebiyat biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
58.4 τῇ δὲ καλουμένῃ Νύσῃ τῶν Μακεδόνων ὀκνούντων προσάγειν; καὶ γάρ ποταμὸς ἦν πρὸς αὐτῇ βαθὺσʼ ἐπιστὰς, τί γὰρ, εἶπεν, ὁ κάκιστος ἐγὼ νεῖν οὐκ ἔμαθον καὶ ἤδη ἔχων τὴν ἀσπίδα περᾶν ἠθέλησεν. ἐπεὶ δὲ καταπαύσαντος τὴν μάχην αὐτοῦ παρῆσαν ἀπὸ τῶν πολιορκουμένων πόλεων πρέσβεις δεησόμενοι, πρῶτον μὲν ὀφθεὶς ἀθεράπευτος ἐν τοῖς ὅπλοις ἐξέπληξεν αὐτούς· ἔπειτα προσκεφαλαίου τινὸς αὐτῷ κομισθέντος ἐκέλευσε λαβόντα καθίσαι τὸν πρεσβύτατον· Ἄκουφις ἐκαλεῖτο.
58.5 θαυμάσας οὖν τὴν λαμπρότητα καὶ φιλανθρωπίαν ὁ Ἄκουφις ἠρώτα τί βούλεται ποιοῦντας αὐτοὺς ἔχειν φίλους. φήσαντος δὲ τοῦ Ἀλεξάνδρου, σὲ μὲν ἄρχοντα καταστήσαντας αὑτῶν, πρὸς δὲ ἡμᾶς πέμψαντας ἑκατὸν ἄνδρας τοὺς ἀρίστους, γελάσας ὁ Ἄκουφις, ἀλλὰ βέλτιον, εἶπεν, ἄρξω, βασιλεῦ, τοὺς κακίστους πρὸς σὲ πέμψας μᾶλλον ἢ τοὺς ἀρίστους.
59.1 ὁ δὲ Ταξίλης λέγεται μέν τῆς Ἰνδικῆς ἔχειν μοῖραν Οὐκ ἀποδέουσαν Αἰγύπτου τὸ μέγεθος, εὔβοτον δέ καὶ καλλίκαρπον ἔν τοῖς μάλιστα, σοφὸς δέ τις ἀνὴρ εἶναι, καὶ τὸν Ἀλέξανδρον ἀσπασάμενος, τί δεῖ πολέμων, φάναι, καὶ μάχης ἡμῖν, Ἀλέξανδρε, πρὸς ἀλλήλους, εἰ μήτε ὕδωρ ἀφαιρησόμενος ἡμῶν ἀφῖξαι μήτε τροφὴν ἀναγκαίαν, ὑπὲρ ὧν μόνων ἀνάγκη διαμάχεσθαι νοῦν ἔχουσιν ἀνθρώποις;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi