Thesauros Edebiyat biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
58.1 πολλοὶ μὲν οὖν κατὰ τὰς μάχας αὐτῷ κίνδυνοι συνέπεσον καὶ τραύμασι νεανικοῖς ἀπήντησε, τὴν δὲ πλείστην φθορὰν ἀπορίαι τῶν ἀναγκαίων καὶ δυσκρασίαι τοῦ περιέχοντος ἀπειργάσαντο τῆς στρατιᾶς, αὐτὸς δὲ τόλμῃ τὴν τύχην ὑπερβαλέσθαι καὶ τὴν δύναμιν ἀρετῇ φιλοτιμούμενος, οὐδὲν ᾤετο τοῖς θαρροῦσιν ἀνάλωτον οὐδὲ ὀχυρὸν εἶναι τοῖς ἀτόλμοις.
58.2 λέγεται δὲ τὴν Σισιμίθρου πολιορκῶν πέτραν ἄβατον οὖσαν καὶ ἀπότομον ἀπότομον Coraës’ correction of the MSS. ἀπρόσβατον, for which Bekker reads ἀπρόσμαχον, after Schaefer. Sintenis2 suggests ἀπότομον καὶ ἀπρόσβατον. ἀθυμούντων τῶν στρατιωτῶν ἐρωτῆσαι τὸν Ὀξυάρτην ποῖός τις αὐτὸς εἴη τὴν ψυχὴν ὁ Σισιμίθρης. φήσαντος δὲ τοῦ Ὀξυάρτου δειλότατον ἀνθρώπων, λέγεις σύ γε, φάναι, τὴν πέτραν ἁλώσιμον ἡμῖν εἶναι τὸ γὰρ ἄρχον αὐτῆς οὐκ ὀχυρόν ἐστι.
58.3 ταύτην μὲν οὖν ἐκφοβήσας τὸν Σισιμίθρην ἔλαβεν. ἑτέρᾳ δὲ ὁμοίως ἀποτόμῳ προσβαλὼν τοὺς νεωτέρους τῶν Μακεδόνων παρώρμα, καὶ Ἀλέξανδρόν τινα καλούμενον μὲν προσαγορεύσας, ἀλλὰ σοί γε, εἶπεν, ἀνδραγαθεῖν προσήκει καὶ διὰ τὴν ἐπωνυμίαν. ἐπεὶ δὲ λαμπρῶς ὁ νεανίας ἀγωνιζόμενος ἔπεσεν, οὐ μετρίως ἐδήχθη.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi