Thesauros Edebiyat biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
56.1 ταῦτα μὲν οὖν ὕστερον ἐπράχθη. Δημάρατος δὲ ὁ Κορίνθιος ἤδη πρεσβύτερος ὢν ἐφιλοτιμήθη πρὸς Ἀλέξανδρον ἀναβῆναι καὶ θεασάμενος αὑτὸν εἶπε μεγάλης ἡδονῆς ἐστερῆσθαι τοὺς Ἕλληνας, ὅσοι τεθνήκασι πρὶν ἰδεῖν Ἀλέξανδρον ἐν τῷ Δαρείου θρόνῳ καθήμενον. οὐ μὴν ἐπὶ πλέον γε τῆς πρὸς αὑτὸν εὐνοίας τοῦ βασιλέως ἀπέλαυσεν, ἀλλʼ ἐξ ἀρρωστίας ἀποθανὼν ἐκηδεύθη μεγαλοπρεπῶς, καὶ τάφον ἔχωσεν ὁ στρατὸς ἐπʼ αὐτῷ τῇ περιμέτρῳ μέγαν, ὕψος δὲ πηχῶν ὀγδοήκοντα· τὰ δὲ λείψανα τέθριππον κεκοσμημένον λαμπρῶς ἐπὶ θάλασσαν κατεκόμισε.
57.1 μέλλων δὲ ὑπερβάλλειν εἰς τὴν Ἰνδικὴν, ὡς ἑώρα πλήθει λαφύρων τὴν στρατιὰν ἤδη βαρεῖαν καὶ δυσκίνητον οὖσαν, ἅμʼ ἡμέρᾳ συνεσκευασμένων τῶν ἁμαξῶν, πρώτας μὲν ὑπέπρησε τὰς αὐτοῦ καὶ τῶν ἑταίρων, μετὰ δὲ ταύτας ἐκέλευσε καὶ ταῖς τῶν Μακεδόνων ἐνεῖναι πῦρ. καὶ τοῦ πράγματος τὸ βούλευμα μεῖζον ἐφάνη καὶ δεινότερον ἢ τὸ ἔργον.
57.2 ὀλίγους μὲν γὰρ ἠνίασεν, οἱ δὲ πλεῖστοι βοῇ καὶ ἀλαλαγμῷ μετὰ ἐνθουσιασμοῦ τὰ μὲν ἀναγκαῖα τοῖς δεομένοις μεταδιδόντες, τὰ δὲ περιόντα τῆς χρείας αὐτοὶ κατακαίοντες καὶ διαφθείροντες ὁρμῆς καὶ προθυμίας ἐνεπίμπλασαν τὸν Ἀλέξανδρον. ἤδη δὲ καὶ φοβερὸς ἦν καὶ ἀπαραίτητος κολαστὴς τῶν πλημμελούντων. καὶ γὰρ Μένανδρόν τινα τῶν ἑταίρων ἄρχοντα φρουρίου καταστήσας, ὡς οὐκ ἐβούλετο μένειν, ἀπέκτεινε, καὶ τῶν ἀποστάντων βαρβάρων Ὀρσοδάτην αὐτὸς κατετόξευσε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi