Thesauros Edebiyat biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
53.2 φθονούμενος δὲ διὰ τὴν δόξαν ἔστιν ἃ καὶ καθʼ αὑτοῦ τοῖς διαβάλλουσι παρεῖχε, τάς τε κλήσεις τὰ πολλὰ διωθούμενος, ἔν τε τῷ συνεῖναι βαρύτητι καὶ σιωπῇ δοκῶν οὐκ ἐπαινεῖν οὐδὲ ἀρέσκεσθαι τοῖς γινομένοις, ὥστε καὶ τὸν Ἀλέξανδρον εἰπεῖν ἐπʼ αὐτῷ μισῶ σοφιστήν, ὅστις οὐδʼ αὑτῷ σοφός.
53.3 λέγεται δέ ποτε πολλῶν παρακεκλημένων ἐπὶ τὸ δεῖπνον ἐπαινέσαι κελευσθεὶς ἐπὶ τοῦ ποτηρίου Μακεδόνας ὁ Καλλισθένης οὕτως εὐροῆσαι πρὸς τὴν ὑπόθεσιν ὥστε ἀνισταμένους κροτεῖν καὶ βάλλειν τοὺς στεφάνους ἐπʼ αὐτόν· εἰπεῖν οὖν τὸν Ἀλέξανδρον ὅτι, κατʼ Εὐριπίδην, τὸν λαβόντα τῶν λόγων καλὰς ἀφορμὰς οὐ μέγʼ ἔργον εὖ λέγειν·
53.4 ἀλλʼ ἔνδειξαι, φάναι, τὴν αὑτοῦ δύναμιν ἡμῖν κατηγορήσας Μακεδόνων, ἵνα καὶ βελτίους γένωνται μαθόντες ἃ πλημμελοῦσιν. οὕτω δὴ τὸν ἄνδρα πρὸς τῆς παλινῳδίαν τραπόμενον πολλὰ παρρησιάσασθαι κατὰ τῶν Μακεδόνων, καὶ τὴν Ἑλληνικὴν στάσιν αἰτίαν ἀποφήναντα τῆς γενομένης περὶ Φίλιππον αὐξήσεως καὶ δυνάμεως εἰπεῖν· ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔλλαχε τιμῆς·
53.5 ἐφʼ ᾧ πικρὸν καὶ βαρὺ ἐγγενέσθαι μῖσος τοῖς Μακεδόσι, καὶ τὸν Ἀλέξανδρον εἰπεῖν ὡς οὐ τῆς δεινότητος ὁ Καλλισθένης, ἀλλὰ τῆς δυσμενείας Μακεδόσιν ἀπόδειξιν δέδωκε.
54.1 ταῦτα μὲν οὖν ὁ ῝ Ἕρμιππός φησι τὸν ἀναγνώστην τοῦ Καλλισθένους Στροῖβον Ἀριστοτέλει διηγεῖσθαι, τὸν δὲ Καλλισθένη συνέντα τήν ἀλλοτριότητα τοῦ βασιλέως δὶς ἢ τρὶς ἀπιόντα πρὸς αὑτὸν εἰπεῖν κάτθανε καὶ Πάτροκλος, ὅπερ σέο πολλὸν ἀμείνων. οὐ φαύλως οὖν εἰπεῖν ἔοικεν ὁ Ἀριστοτέλης ὅτι Καλλισθένης λόγῳ μὲν ἦν δυνατὸς καὶ μέγας, νοῦν δὲ οὐκ εἶχεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi