Thesauros Edebiyat biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
30.1 ταχὺ μέντοι μετεμελήθη τῆς Δαρείου γυναικὸς ἀποθανούσης ἐν ὠδῖσι καὶ φανερὸς ἦν ἀνιώμενος ὡς ἐπίδειξιν οὐ μικρὰν ἀφῃρημένος χρηστότητος. ἔθαψεν οὖν τὴν ἄνθρωπον οὐδεμιᾶς πολυτελείας φειδόμενος, τῶν δὲ θαλαμηπόλων τις εὐνούχων, οἳ συνεαλώκεισαν ταῖς γυναιξίν, ἀποδρὰς ἐκ τοῦ στρατοπέδου καὶ πρὸς Δαρεῖον ἀφιππασάμενος, Τείρεως ὄνομα, φράζει τὸν θάνατον αὐτῷ τῆς γυναικός.
30.2 ὡς δὲ πληξάμενος τὴν κεφαλὴν καὶ ἀνακλαύσας φεῦ τοῦ Περσῶν ἔφη δαίμονος, εἰ τὴν βασιλέως γυναῖκα καὶ ἀδελφὴν οὐ μόνον αἰχμάλωτον γενέσθαι ζῶσαν, ἀλλὰ καὶ τελευτήσασαν ἄμοιρον κεῖσθαι ταφῆς βασιλικῆς ὑπολαβὼν ὁ θαλαμηπόλος, ἀλλὰ ταφῆς γε χάριν εἶπεν, ὦ βασιλεῦ, καὶ τιμῆς ἁπάσης καὶ τοῦ πρέποντος οὐδὲν ἔχεις αἰτιάσασθαι τὸν πονηρὸν δαίμονα Περσῶν.
30.3 οὔτε γάρ ζώσῃ τῇ δεσποίνῃ Στατείρᾳ καὶ μητρὶ σῇ καὶ τέκνοις ἐνέδει τῶν πρόσθεν ἀγαθῶν καὶ καλῶν ἢ τὸ σὸν ὁρᾶν φῶς, ὃ πάλιν ἀναλάμψει λαμπρὸν ὁ κύριος Ὠρομάσδης, οὔτε ἀποθανοῦσα κόσμου τινὸς ἄμοιρος γέγονεν, ἀλλὰ καὶ πολεμίων τετίμηται δάκρυσιν. οὕτω γάρ ἐστι χρηστὸς κρατήσας Ἀλέξανδρος, ὡς δεινὸς μαχόμενος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi