Thesauros Edebiyat biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
28.2 ὕστερον δὲ πληγῇ περιπεσὼν ὑπὸ τοξεύματος καὶ περιαλγὴς γενόμενος, τοῦτο μὲν εἶπεν, ὦ φίλοι, τὸ ῥέον αἷμα, καὶ οὐκ ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν. ἐπεὶ δὲ μεγάλης ποτὲ βροντῆς γενομένης καὶ πάντων ἐκπλαγέντων Ἀνάξαρχος ὁ σοφιστὴς παρὼν ἔφη πρὸς αὐτὸν, μή τι σὺ τοιοῦτον ὁ τοῦ Διός; γελάσας ἐκεῖνος, οὐ βούλομαι γὰρ, εἶπε, φοβερὸς εἶναι τοῖς φίλοις, ὥσπερ σύ με κελεύεις ὁ καταφαυλίζων μου τὸ δεῖπνον, ὅτι ταῖς τραπέζαις ἰχθύας ὁρᾷς· ἐπικειμένους, οὐ σατραπῶν κεφαλάς.
28.3 τῷ γὰρ ὄντι λέγεται τὸν Ἀνάξαρχον ἰχθυδίων Ἡφαιστίωνι πεμφθέντων ὑπὸ τοῦ βασιλέως τὸν προειρημένον ἐπιφθέγξασθαι λόγον, οἷον ἐξευτελίζοντα καὶ κατειρωνευόμενον τοὺς τὰ περίβλεπτα μεγάλοις πόνοις καὶ κινδύνοις διώκοντας, ὡς οὐδὲν ἢ μικρὸν ἐν ἡδοναῖς καὶ ἀπολαύσεσι πλέον ἔχοντας τῶν ἄλλων. ὁ δʼ οὖν Ἀλέξανδρος καὶ ἀπὸ τῶν εἰρημένων δῆλός ἐστιν αὐτὸς οὐδὲν πεπονθὼς οὐδὲ τετυφωμένος, ἀλλὰ τοὺς ἄλλους καταδουλούμενος τῇ δόξῃ τῆς θειότητος.
29.1 εἰς δὲ Φοινίκην ἐπανελθὼν ἐξ Αἰγύπτου θυσίας τοῖς θεοῖς καὶ πομπὰς ἐπετέλει καὶ χορῶν κυκλίων καὶ τραγικῶν ἀγῶνας, οὐ μόνον ταῖς παρασκευαῖς, ἀλλὰ καὶ ταῖς ἁμίλλαις λαμπροὺς γενομένους, ἐχορήγουν γὰρ οἱ βασιλεῖς τῶν Κυπρίων, ὥσπερ Ἀθήνησιν οἱ κληρούμενοι τὰς φυλάς, καὶ ἠγωνίζοντο θαυμαστῇ φιλοτιμίᾳ πρὸς ἀλλήλους, μάλιστα δὲ Νικοκρέων ὁ Σαλαμίνιος καὶ Πασικράτης ὁ Σόλιος διεφιλονείκησαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi