Thesauros Edebiyat biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
17.1 οὗτος ὁ ἀγὼν μεγάλην εὐθὺς ἐποίησε τῶν πραγμάτων μεταβολὴν πρὸς Ἀλέξανδρον, ὥστε καὶ Σάρδεις, τὸ πρόσχημα τῆς ἐπὶ θαλάσσῃ τῶν βαρβάρων ἡγεμονίας, παραλαβεῖν καὶ τἆλλα προστίθεσθαι. μόνη δὲ Ἁλικαρνασσὸς ἀντέστη καὶ Μίλητος, ἃς ἑλὼν κατὰ κράτος καὶ τὰ περὶ αὐτὰς πάντα χειρωσάμενος ἀμφίβολος ἦν πρὸς τὰ λοιπὰ τῇ γνώμῃ.
17.2 καὶ πολλάκις μὲν ἔσπευδε Δαρείῳ συμπεσὼν ἀποκινδυνεῦσαι περὶ τῶν ὅλων, πολλάκις δὲ τοῖς ἐπὶ θαλάσσῃ πράγμασι καὶ χρήμασι διενοεῖτο πρῶτον οἷον ἐνασκήσας καὶ ῥώσας αὑτόν οὕτως ἀναβαίνειν ἐπʼ ἐκεῖνον. ἔστι δὲ τῆς Λυκίας κρήνη περὶ τὴν Ξανθίων πόλιν, ἧς τότε λέγουσιν αὐτομάτως περιτραπείσης καὶ ὑπερβαλούσης ἐκ βυθοῦ δέλτον ἐκπεσεῖν χαλκῆν τύπους ἔχουσαν ἀρχαίων γραμμάτων, ἐν οἷς ἐδηλοῦτο παύσεσθαι παύσεσθαι Sintenis2, with C and Stephanus; παύσασθαι Sintenis1 and Bekker. τὴν Περσῶν ἀρχὴν ὑπὸ Ἑλλήνων καταλυθεῖσαν.
17.3 τούτοις ἐπαρθείς ἠπείγετο τὴν παραλίαν ἀνακαθήρασθαι μέχρι τῆς Φοινίκης καὶ Κιλικίας, ἡ δὲ τῆς Παμφυλίας παραδρομὴ πολλοῖς γέγονε τῶν ἱστορικῶν ὑπόθεσις γραφικὴ πρὸς ἔκπληξιν καὶ ὄγκον, ὡς θείᾳ τινὶ τύχῃ παραχωρήσασαν Ἀλεξάνδρῳ τὴν θάλασσαν, ἄλλως ἀεὶ τραχεῖαν ἐκ πελάγους προσφερομένην, σπανίως δέ ποτε λεπτοὺς καὶ προσεχεῖς ὑπὸ τὰ κρημνώδη καὶ παρερρωγότα τῆς ὀρεινῆς πάγους διακαλύπτουσαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi