4.7
καίτοι φασί τινες ὡς ὑπὸ τοῦ πενθεροῦ Σκηπίωνος ἐξηπατήθη· τὰ γὰρ πλεῖστα τῶν χρημάτων ὧν ἐκόμιζεν ἐξ Ἀσίας βουλόμενον αὐτὸν νοσφίσασθαι καὶ ἀποκρύψαντα κατεπεῖξαι τὴν μάχην, ὡς οὐκέτι χρημάτων ὄντων, ὃ κἂν ἀληθὲς ἦν, παθεῖν οὐκ ὤφειλεν ὁ στρατηγός, οὐδὲ ῥᾳδίως οὕτω παραλογισθεὶς ἀποκινδυνεῦσαι περὶ τῶν μεγίστων, ἐν μὲν οὖν τούτοις οὕτως ἑκάτερον ἀποθεωροῦμεν.
5.1
εἰς Αἴγυπτον δʼ ὁ μὲν ἐξ ἀνάγκης ἔπλευσε φεύγων, ὁ δὲ οὔτε καλῶς οὔτε ἀναγκαίως ἐπὶ χρήμασιν, ὅπως ἔχῃ τοῖς Ἕλλησι πολεμεῖν ἀφʼ ὧν τοῖς βαρβάροις ἐστρατήγησεν. εἶτα ἃ διὰ Πομπήϊον Αἰγυπτίοις ἐγκαλοῦμεν, ταῦτα Αἰγύπτιοι κατηγοροῦσιν Ἀγησιλάου, ὁ μὲν γὰρ ἠδικήθη πιστεύσας, ὁ δὲ πιστευθεὶς ἐγκατέλιπε καὶ μετέστη πρὸς τοὺς πολεμοῦντας οἷς ἔπλευσε συμμαχήσων.