Thesauros Edebiyat biography Πομπήϊος

Πομπήϊος

Πομπήϊος Plutarch
28.4 ἐνίους μὲν οὖν αἱ μικραὶ καὶ ὑπέρημοι τῶν Κιλίκων πόλεις ἐδέξαντο καὶ κατέμιξαν ἑαυταῖς χώραν προσλαβοῦσαι, τὴν δὲ Σολίων ἠρημωμένην ἔναγχος ὑπὸ Τιγράνου τοῦ Ἀρμενίων βασιλέως ἀναλαβὼν ἵδρυσε πολλοὺς ἐν αὐτῇ. τοῖς δὲ πολλοῖς οἰκητήριον ἔδωκε Δύμην τὴν Ἀχαΐδα, χηρεύουσαν ἀνδρῶν τότε, γῆν δὲ πολλὴν καὶ ἀγαθὴν ἔχουσαν.
29.1 ταῦτα μὲν οὖν οἱ βασκαίνοντες ἔψεγον· τοῖς δὲ περὶ Κρήτην πραχθεῖσι πρὸς Μέτελλον οὐδʼ οἱ πάνυ φιλοῦντες αὐτὸν ἔχαιρον. ὁ γὰρ Μέτελλος, οἰκεῖος ὢν ἐκείνου τοῦ συνάρξαντος ἐν Ἰβηρίᾳ τῷ Πομπηΐῳ, στρατηγὸς εἰς Κρήτην ἐπέμφθη πρότερον ἢ τὸν Πομπήϊον αἱρεθῆναι· δευτέρα γάρ τις ἦν αὕτη τῶν πειρατηρίων πηγὴ μετὰ τὴν ἐν Κιλικίᾳ· καὶ πολλοὺς ἐγκαταλαβὼν ὁ Μέτελλος ἐξῄρει καὶ διέφθειρεν.
29.2 οἱ δὲ περιόντες ἔτι καὶ πολιορκούμενοι πέμψαντες ἱκετηρίαν ἐπεκαλοῦντο τὸν Πομπήϊον εἰς τὴν νῆσον, ὡς τῆς ἐκείνου μέρος οὖσαν ἀρχῆς καὶ πανταχόθεν ἐμπίπτουσαν εἰς τὸ μέτρον τὸ ἀπὸ θαλάσσης, ὁ δὲ δεξάμενος ἔγραφε τῷ Μετέλλῳ κωλύων τὸν πόλεμον, ἔγραφε δὲ καὶ ταῖς πόλεσι μὴ προσέχειν Μετέλλῳ, καὶ στρατηγὸν ἔπεμψε τῶν ὑφʼ ἑαυτὸν ἀρχόντων ἕνα Λεύκιον Ὀκταούϊον,
29.3 ὃς συνεισελθὼν εἰς τὰ τείχη τοῖς πολιορκουμένοις καὶ μαχόμενος μετʼ αὐτῶν, οὐ μόνον ἐπαχθῆ καὶ βαρύν, ἀλλὰ καὶ καταγέλαστον ἐποίει τὸν Πομπήϊον, ἀνθρώποις ἀνοσίοις καὶ ἀθέοις τοὔνομα κιχράντα καὶ περιάπτοντα τὴν αὑτοῦ δόξαν ὥσπερ ἀλεξιφάρμακον ὑπὸ φθόνου καὶ φιλοτιμίας τῆς πρὸς τὸν Μέτελλον,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi