Thesauros Edebiyat biography Πομπήϊος

Πομπήϊος

Πομπήϊος Plutarch
19.6 διέκοπτε γὰρ αὐτοὺς καὶ διΐστη ποικίλος ὢν ὁ πολέμιος καὶ δεινὸς ἐν βραχεῖ πολλαχοῦ περιφανῆναι καὶ μεταγαγεῖν ἀπʼ ἄλλων εἰς ἄλλους ἀγῶνας, τέλος δὲ περικόπτων μὲν ἀγοράς, ληϊζόμενος δὲ τὴν χώραν, ἐπικρατῶν δὲ τῆς θαλάσσης, ἐξέβαλεν ἀμφοτέρους τῆς ὑφʼ ἑαυτὸν Ἰβηρίας, ἀναγκασθέντας εἰς ἀλλοτρίας καταφυγεῖν ἐπαρχίας ἀπορίᾳ τῶν ἐπιτηδείων.
20.1 Πομπήϊος δὲ τὰ πλεῖστα τῶν ἰδίων ἐξανηλωκὼς καὶ κατακεχρημένος εἰς τόν πόλεμον, ᾔτει χρήματα τὴν σύγκλητον, ὡς ἀφιξόμενος εἰς Ἰταλίαν μετὰ τῆς δυνάμεως εἰ μὴ πέμποιεν. ὑπατεύων δὲ Λεύκολλος τότε καὶ Πομπηΐῳ μὲν ὢν διάφορος, μνώμενος δʼ ἑαυτῷ τόν Μιθριδατικὸν πόλεμον, ἔσπευσεν ἀποσταλῆναι τὰ χρήματα, φοβούμενος αἰτίαν Πομπηΐῳ παρασχεῖν δεομένῳ Σερτώριον ἀφεῖναι καὶ πρὸς Μιθριδάτην τραπέσθαι, λαμπρὸν μὲν εἰς δόξαν, εὐμεταχείριστον δὲ φαινόμενον ἀνταγωνιστήν.
20.2 ἐν τούτῳ δὲ θνήσκει Σερτώριος ὑπὸ τῶν φίλων δολοφονηθείς· ὧν Περπέννας ὁ κορυφαιότατος ἐπεχείρησεν ἐκείνῳ τὰ αὐτὰ ποιεῖν, ἀπὸ τῶν αὐτῶν μὲν ὁρμώμενος δυνάμεων καὶ παρασκευῶν, τόν δὲ χρώμενον αὐταῖς ὁμοίως οὐκ ἔχων λογισμόν. εὐθὺς οὖν ὁ Πομπήϊος ἐπεξελθὼν καὶ ῥεμβόμενον ἐν τοῖς πράγμασι τόν Περπένναν καταμαθών, δέλεαρ αὐτῷ δέκα σπείρας ὑφῆκεν, εἰς τὸ πεδίον διασπαρῆναι κελεύσας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi