18.2
ἔργῳ μέντοι φυλαττόμενος σφόδρα καί δεδοικὼς τὸν Πομπήϊον ἀσφαλέστερον ἐστρατήγει. καί γὰρ ὁ Μέτελλος, ὅπερ οὐκ ἄν τις ᾠήθη, διετέθρυπτο τῷ βίῳ κομιδῆ πρὸς τὰς ἡδονὰς ἐνδεδωκώς, καί μεγάλη τις εἰς ὄγκον καί πολυτέλειαν ἐξαίφνης ἐγεγόνει μεταβολὴ περὶ αὐτόν, ὥστε τῷ Πομπηΐῳ καί τοῦτο θαυμαστὴν εὔνοιαν ἅμα δόξῃ φέρειν, ἐπιτείνοντι τὴν εὐτέλειαν τῆς διαίτης οὐ πολλῆς ἐπιτηδεύσεως δεομένην φύσει γὰρ ἦν σώφρων καί τεταγμένος ἐν ταῖς ἐπιθυμίαις.
18.3
τοῦ δὲ πολέμου πολλὰς ἰδέας ἔχοντος, ἠνίασε μάλιστα τὸν Πομπήϊον ἡ Λαύρωνος ἅλωσις ὑπὸ Σερτωρίου. κυκλοῦσθαι γὰρ αὐτὸν οἰηθεὶς καί τι μεγαληγορήσας, αὐτὸς ἐξαίφνης ἀνεφάνη περιεχόμενος κύκλῳ· καί διὰ τοῦτο κινεῖσθαι δεδιὼς ἐπεῖδε καταπιμπραμένην τὴν πόλιν αὐτοῦ παρόντος. Ἑρέννιον δὲ καί Περπένναν, ἄνδρας ἡγεμονικοὺς τῶν πρὸς Σερτώριον καταπεφευγότων καὶ στρατηγούντων ἐκείνῳ, νικήσας περὶ Οὐαλεντίαν ὑπὲρ μυρίους ἀπέκτεινεν.
19.1
ἐπαρθεὶς δὲ τῇ πράξει καὶ μέγα φρονῶν ἐπʼ αὑτὸν ἔσπευδε Σερτώριον, ὡς μὴ μετάσχοι τῆς νίκης Μέτελλος. περὶ δὲ Σούκρωνι ποταμῷ τῆς ἡμέρας ἤδη τελευτώσης συνέβαλον τὰς δυνάμεις, δεδιότες ἐπελθεῖν τὸν Μέτελλον, ὁ μὲν ὡς μόνος, ὁ δὲ ὡς μόνῳ διαγωνίσαιτο.