Thesauros Edebiyat biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
36.5 ὡς δὲ ἑώρων λαμπρότητα μὲν καὶ κατασκευὴν οὐδεμίαν, ἄνθρωπον δὲ πρεσβύτην κατακείμενον ἔν τινι πόᾳ παρὰ τὴν θάλασσαν, εὐτελῆ καὶ μικρὸν τὸ σῶμα, τραχὺ καὶ φαῦλον ἱμάτιον ἀμπεχόμενον, σκώπτειν αὐτοῖς καὶ γελωτοποιεῖν ἐπῄει, καὶ λέγειν ὅτι τοῦτο ἦν τὸ μυθολογούμενον ὠδίνειν ὄρος, εἶτα μῦν ἀποτεκεῖν.
36.6 ἔτι δὲ μᾶλλον αὐτὸν τὴν ἀτοπίαν ἐθαύμασαν, ὅτε ξενίων προσκομισθέντων καὶ προσαχθέντων ἄλευρα μὲν καὶ μόσχους καὶ χῆνας ἔλαβε, τραγήματα δὲ καὶ πέμματα καὶ μύρα διωθεῖτο, καὶ βιαζομένων λαβεῖν καὶ λιπαρούντων ἐκέλευσε τοῖς εἵλωσι διδόναι κομίζοντας. τῇ μέντοι στεφανωτρίδι βύβλῳ φησὶν αὐτὸν ἡσθέντα Θεόφραστος διὰ τὴν λιτότητα καὶ καθαριότητα τῶν στεφάνων αἰτήσασθαι καὶ λαβεῖν, ὅτε ἀπέπλει, παρὰ τοῦ βασιλέως.
37.1 τότε δὲ συμμίξας τῷ Τάχῳ παρασκευαζομένῳ πρὸς τὴν στρατείαν, οὐχ, ὥσπερ ἤλπιζεν, ἁπάσης στρατηγὸς ἀπεδείχθη τῆς δυνάμεως, ἀλλὰ τῶν μισθοφόρων μόνων, τὸν δὲ ναυτικοῦ Χαβρίας ὁ Ἀθηναῖος· ἡγεμὼν δὲ συμπάντων αὐτὸς ἦν ὁ Τάχως.
37.2 καὶ τοῦτο πρῶτον ἠνίασε τὸν Ἀγησίλαον· ἔπειτα τὴν ἄλλην ἀλαζονείαν καὶ κενοφροσύνην τοῦ Αἰγυπτίου βαρυνόμενος ἠναγκάζετο φέρειν καὶ συνεξέπλευσεν ἐπὶ τοὺς Φοίνικας αὐτῷ, παρὰ τὴν ἀξίαν τὴν ἑαυτοῦ καὶ τὴν φύσιν ὑπείκων καὶ καρτερῶν, ἄχρι οὗ καιρὸν ἔλαβε.
37.3 Νεκτάναβις γὰρ ἀνεψιὸς ὢν τοῦ Τάχω καὶ μέρος ἔχων ὑφʼ ἑαυτῷ τῆς δυνάμεως ἀπέστη· καὶ βασιλεὺς ὑπὸ τῶν Αἰγυπτίων ἀναγορευθεὶς διεπέμπετο πρὸς τὸν Ἀγησίλαον ἀξιῶν αὐτῷ βοηθεῖν τὰ δʼ αὐτὰ καὶ τὸν Χαβρίαν παρεκάλει, μεγάλας ὑπισχνούμενος ἀμφοτέροις δωρεάς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi