30.3
οὐ γὰρ μόνον ἀρχῆς ἀπείργονται πάσης, ἀλλὰ καὶ δοῦναί τινι τούτων γυναῖκα καὶ λαβεῖν ἄδοξόν ἐστι· παίει δὲ ὁ βουλόμενος αὐτοὺς τῶν ἐντυγχανόντων. οἱ δὲ καρτεροῦσι περιϊόντες αὐχμηροὶ καὶ ταπεινοί, τρίβωνάς τε προσερραμμένους χρώματος βαπτοῦ φοροῦσι, καὶ ξυρῶνται μέρος τῆς ὑπήνης, μέρος δὲ τρέφουσι.
30.4
δεινὸν οὖν ἦν τοιούτους ἐν τῇ πόλει περιορᾶν πολλοὺς οὐκ ὀλίγων δεομένῃ στρατιωτῶν, καὶ νομοθέτην αἱροῦνται τὸν Ἀγησίλαον. ὁ δὲ μήτε προσθείς τι μήτε ἀφελὼν μήτε μεταγράψας εἰσῆλθεν εἰς τὸ πλῆθος τῶν Λακεδαιμονίων καὶ φήσας ὅτι τούς νόμους δεῖ σήμερον ἐᾶν καθεύδειν, ἐκ δὲ τῆς σήμερον ἡμέρας κυρίους εἶναι πρὸς τὸ λοιπόν, ἅμα τούς τε νόμους τῇ πόλει καὶ τούς ἄνδρας ἐπιτίμους ἐφύλαξε.
30.5
βουλόμενος δὲ τὴν παροῦσαν ἀθυμίαν καὶ κατήφειαν ἀφελεῖν τῶν νέων ἐνέβαλεν εἰς Ἀρκαδίαν, καὶ μάχην μὲν ἰσχυρῶς ἐφυλάξατο συνάψαι τοῖς ἐναντίοις, ἑλὼν δὲ πολίχνην τινὰ τῶν Μαντινέων καὶ τὴν χώραν ἐπιδραμών, ἐλαφροτέραν ἐποίησε ταῖς ἐλπίσι καὶ ἡδίω τὴν πόλιν, ὡς οὐ παντάπασιν ἀπεγνωσμένην.
31.1
ἐκ δὲ τούτου παρῆν εἰς τὴν Λακωνικὴν ὁ Ἐπαμεινώνδας μετὰ τῶν συμμάχων, οὐκ ἐλάττονας ἔχων τετρακισμυρίων ὁπλιτῶν, πολλοὶ δὲ καὶ ψιλοὶ καὶ ἄνοπλοι πρὸς ἁρπαγὴν συνηκολούθουν, ὥστε μυριάδας ἑπτὰ τοῦ σύμπαντος ὄχλου συνεισβαλεῖν εἰς τὴν Λακωνικήν.