Thesauros Edebiyat biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
28.6 ἐν οἷς καὶ Κλεώνυμόν φασι τὸν Σφοδρίου τὸν καλὸν τρὶς πεσόντα πρὸ τοῦ βασιλέως καὶ τοσαυτάκις ἐξαναστάντα καὶ μαχόμενον τοῖς Θηβαίοις ἀποθανεῖν.
29.1 συμβάντος δὲ τοῖς τε Λακεδαιμονίοις πταίσματος ἀπροσδοκήτου καὶ τοῖς Θηβαίοις παρὰ δόξαν εὐτυχήματος οἷον οὐ γέγονεν ἄλλοις Ἕλλησι πρὸς Ἕλληνας ἀγωνισαμένοις, οὐδὲν ἄν τις ἧττον ἐζήλωσε τῆς ἀρετῆς καὶ ἠγάσθη τὴν ἡττημένην πόλιν ἢ τὴν νικῶσαν.
29.2 ὁ μὲν γὰρ Ξενοφῶν φησι τῶν ἀγαθῶν ἀνδρῶν ἔχειν τι καὶ τὰς ἐν οἴνῳ καὶ παιδιᾷ φωνὰς καὶ διατριβὰς ἀξιομνημόνευτον, ὀρθῶς λέγων· ἔστι δὲ οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον ἄξιον κατανοεῖν καὶ θεᾶσθαι τῶν ἀγαθῶν ἃ παρὰ τὰς τύχας πράττουσι καὶ λέγουσι διευσχημονοῦντες. ἔτυχε μὲν γὰρ ἡ πόλις ἑορτὴν ἄγουσα καὶ ξένων οὖσα μεστή· γυμνοπαιδίαι γὰρ ἦσαν ἀγωνιζομένων χορῶν ἐν τῷ θεάτρῳ· παρῆσαν δʼ · ἀπὸ Λεύκτρων οἱ τὴν συμφορὰν ἀπαγγέλλοντες.
29.3 οἱ δὲ ἔφοροι, καίπερ εὐθὺς ὄντος καταφανοῦς ὅτι διέφθαρται τὰ πράγματα καὶ τὴν ἀρχὴν ἀπολωλέκασιν, οὔτε χορὸν ἐξελθεῖν εἴασαν οὔτε τὸ σχῆμα τῆς ἑορτῆς μεταβαλεῖν τὴν πόλιν, ἀλλὰ κατʼ οἰκίαν τῶν τεθνεώτων τοῖς προσήκουσι τὰ ὀνόματα πέμψαντες, αὐτοὶ τὰ περὶ τὴν θέαν καὶ τὸν ἀγῶνα τῶν χορῶν ἔπραττον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi