Thesauros Edebiyat biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
25.2 τοῦ δὲ Κλεωνύμου προσελθόντος αὐτῷ καὶ μετὰ δεήσεως καὶ δακρύων ἐντυχόντος, ὅπως τὸν Ἀγησίλαον εὔνουν παράσχῃ, μάλιστα γὰρ ἐκεῖνον αὐτοῖς φοβερὸν εἶναι, τρεῖς μὲν ἢ τέσσαρας ἡμέρας αἰδούμενος τὸν πατέρα καὶ δεδιὼς σιωπῇ παρηκολούθει· τέλος δὲ τῆς κρίσεως ἐγγὺς οὔσης ἐτόλμησεν εἰπεῖν πρὸς τὸν Ἀγησίλαον ὅτι Κλεώνυμος αὐτοῦ δεηθείη περὶ τοῦ πατρός·
25.3 ὁ δὲ Ἀγησίλαος εἰδὼς ἐρῶντα τὸν Ἀρχίδαμον οὐκ ἔπαυσεν ἦν γὰρ ὁ Κλεώνυμος εὐθὺς ἐκ παίδων ἐπίδοξος, εἴ τις καὶ ἄλλος, ἀνὴρ ἔσεσθαι σπουδαῖος. οὐ μὴν ἐνέδωκέ τι τότε χρηστὸν ἢ φιλάνθρωπον ἐλπίσαι δεομένῳ τῷ παιδί, σκέψεσθαι δὲ φήσας ὅ τι καλῶς ἔχοι καὶ πρεπόντως, ἀπῆλθεν.
25.4 αἰδούμενος οὖν ὁ Ἀρχίδαμος ἐξέλειπε τὸ προσιέναι τῷ Κλεωνύμῳ, καίπερ εἰωθὼς πολλάκις τοῦτο τῆς ἡμέρας ποιεῖν πρότερον. ἐκ δὲ τούτου κἀκεῖνοι τὰ κατὰ τὸν Σφοδρίαν μᾶλλον ἀπέγνωσαν, ἄχρι οὗ τῶν Ἀγησιλάου φίλων Ἐτυμοκλῆς ἔν τινι κοινολογίᾳ πρὸς αὐτοὺς ἀπεγύμνωσε τὴν γνώμην τοῦ Ἀγησιλάου· τὸ μὲν γὰρ ἔργον ὡς ἔνι μάλιστα ψέγειν αὐτόν, ἄλλως γε μὴν ἄνδρα τὸν Σφοδρίαν ἀγαθὸν ἡγεῖσθαι καὶ τὴν πόλιν ὁρᾶν τοιούτων στρατιωτῶν δεομένην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi