Thesauros Edebiyat biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
11.4 ἔνθα δὴ πικρὸς ὢν ὁ Ἡριππίδας ἐξεταστὴς τῶν κλαπέντων, καί τοὺς βαρβάρους ἀναγκάζων ἀποτίθεσθαι, καί πάντα ἐφορῶν καί διερευνώμενος, παρώξυνε τὸν Σπιθριδάτην, ὥστε ἀπελθεῖν εὐθὺς εἰς Σάρδεις μετὰ τῶν Παφλαγόνων. τοῦτο λέγεται τῷ Ἀγησιλάῳ γενέσθαι πάντων ἀνιαρότατον. ἤχθετο μὲν γὰρ ἄνδρα γενναῖον ἀποβεβληκὼς τὸν Σπιθριδάτην καί σὺν αὐτῷ δύναμιν οὐκ ὀλίγην, ᾐσχύνετο δὲ τῇ διαβολῇ τῆς μικρολογίας καί ἀνελευθερίας, ἥς οὐ μόνον αὑτόν, ἀλλὰ καί τὴν πατρίδα καθαρεύουσαν ἀεὶ παρέχειν ἐφιλοτιμεῖτο.
11.5 χωρὶς δὲ τῶν ἐμφανῶν τούτων ἔκνιζεν αὐτὸν οὐ μετρίως ὁ τοῦ παιδὸς ἔρως ἐνεσταγμένος, εἰ καί πάνυ παρόντος αὐτοῦ τῷ φιλονείκῳ χρώμενος ἐπειρᾶτο νεανικῶς ἀπομάχεσθαι πρὸς τὴν ἐπιθυμίαν. καί ποτε τοῦ Μεγαβάτου προσιόντος ὡς ἀσπασομένου καί φιλήσοντος ἐξέκλινεν.
11.6 ἐπεὶ δὲ ἐκεῖνος αἰσχυνθεὶς ἐπαύσατο καί τὸ λοιπὸν ἄπωθεν ἤδη προσηγόρευεν, ἀχθόμενος αὖ πάλιν καί μεταμελόμενος τῇ φυγῇ τοῦ φιλήματος, ὁ Ἀγησίλαος προσεποιεῖτο θαυμάζειν ὅ τι δὴ παθὼν αὐτὸν ὁ Μεγαβάτης ἀπὸ στόματος οὐ φιλοφρονοῖτο. σὺ γὰρ αἴτιος. οἱ συνήθεις ἔφασαν, οὐχ ὑποστάς, ἀλλὰ τρέσας τὸ φίλημα τοῦ καλοῦ καί φοβηθείς· ἐπεὶ καί νῦν ἂν ἔλθοι σοι πεισθεὶς ἐκεῖνος ἐντὸς φιλήματος· ἀλλʼ ὅπως αὖθις οὐκ ἀποδειλιάσεις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi