Thesauros Edebiyat biography Σερτώριος

Σερτώριος

Σερτώριος Plutarch
7.4 ζεφύρῳ δὲ λαμπρῷ τοῦ πελάγους ἀνισταμένου καὶ τὰ πολλὰ τῶν τοῦ Σερτωρίου πλοίων ὑπὸ κουφότητος πλάγια ταῖς ῥαχίαις περιβάλλοντος, αὐτὸς ὀλίγαις ναυσὶ τῆς μὲν θαλάσσης ὑπὸ τοῦ χειμῶνος εἰργόμενος, τῆς δὲ γῆς ὑπὸ τῶν πολεμίων, ἡμέρας δέκα σαλεύων πρὸς ἐναντίον κῦμα καὶ κλύδωνα τραχὺν ἐπιπόνως διεκαρτέρησεν.
8.1 ἐνδόντος δὲ τοῦ πνεύματος φερόμενος νήσοις τισὶν ἐναυλίζεται σποράσιν ἀνύδροις· κἀκεῖθεν ἄρας καὶ διεκβαλὼν τὸν Γαδειραῖον πορθμόν ἐν δεξιᾷ τοῖς ἐκτὸς ἐπιβάλλει τῆς Ἰβηρίας, μικρὸν ὑπὲρ τῶν τοῦ Βαίτιος ἐκβολῶν, ὃς εἰς τὴν Ἀτλαντικὴν ἐκφερόμενος θάλατταν ὄνομα τῇ περὶ αὐτὸν Ἰβηρίᾳ, παρέσχεν.
8.2 ἐνταῦθα ναῦταί τινες ἐντυγχάνουσιν αὐτῷ νέον ἐκ τῶν Ἀτλαντικῶν νήσων ἀναπεπλευκότες, αἳ δύο μέν εἰσι λεπτῷ παντάπασι πορθμῷ διαιρούμεναι, μυρίους δʼ ἀπέχουσι Λιβύης σταδίους καὶ ὀνομάζονται Μακάρων. ὄμβροις δὲ χρώμεναι μετρίοις σπανίως, τὰ δὲ πλεῖστα πνεύμασι μαλακοῖς καὶ δροσοβόλοις, οὐ μόνον ἀροῦν καὶ φυτεύειν παρέχουσιν ἀγαθὴν καὶ πίονα χώραν, ἀλλὰ καὶ καρπὸν αὐτοφυῆ φέρουσιν ἀποχρῶντα πλήθει καὶ γλυκύτητι βόσκειν ἄνευ πόνων καὶ πραγματείας σχολάζοντα δῆμον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi