Thesauros Edebiyat biography Σερτώριος

Σερτώριος

Σερτώριος Plutarch
26.2 ἀκούσας δὲ ὁ Αὐφίδιος ἐξεπλάγη· καί γὰρ αὐτὸς μετεῖχε τῆς ἐπὶ Σερτώριον συνωμοσίας, οὐ μέντοι τὸν Μάλλιον ἐγίνωσκε μετέχοντα, Περπένναν δὲ καί Γραικῖνον καί τινας ἄλλους, ὧν αὐτὸς ᾔδει συνωμοτῶν, ὀνομάζοντος τοῦ μειρακίου, διαταραχθεὶς πρὸς ἐκεῖνον μὲν ἐξεφλαύριζε τὸν λόγον, καὶ παρεκάλει τοῦ Μαλλίου καταφρονεῖν ὡς κενοῦ καί ἀλαζόνος, αὐτὸς δὲ πρὸς τὸν Περπένναν πορευθεὶς καί φράσας τὴν ὀξύτητα τοῦ καιροῦ καί τὸν κίνδυνον ἐκέλευσεν ἐπιχειρεῖν.
26.3 οἱ δὲ ἐπείθοντο, καί παρασκευάσαντες ἄνθρωπον γράμματα κομίζοντα τῷ Σερτωρίῳ προσήγαγον. ἐδήλου δὲ τὰ γράμματα νίκην τινὸς τῶν ὑπʼ αὐτῷ στρατηγῶν καί φόνον πολὺν τῶν πολεμίων, ἐφʼ οἷς τοῦ Σερτωρίου περιχαροῦς ὄντος καί θύοντος εὐαγγέλια, Περπέννας ἑστίασιν αὐτῷ καί τοῖς παροῦσι φίλοις ʽοὗτοι δὲ ἦσαν ἐκ τῆς συνωμοσίας ἐπηγγέλλετο, καί πολλὰ λιπαρήσας ἔπεισεν ἐλθεῖν.
26.4 ἀεὶ μὲν οὖν τὰ μετὰ Σερτωρίου δεῖπνα πολλὴν εἶχεν αἰδῶ καί κόσμον, οὔτε ὁρᾶν τι τῶν αἰσχρῶν οὔτε ἀκούειν ὑπομένοντος, ἀλλὰ καί τοὺς συνόντας εὐτάκτοις καί ἀνυβρίστοις παιδιαῖς χρῆσθαι καί φιλοφροσύναις ἐθίζοντος· τότε δέ, τοῦ πότου μεσοῦντος, ἀρχὴν ἁψιμαχίας ζητοῦντες ἀναφανδὸν ἀκολάστοις ἐχρῶντο ῥήμασι, καί πολλὰ προσποιούμενοι μεθύειν ἠσέλγαινον ὡς παροξυνοῦντες ἐκεῖνον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi