17.3
οὐδαμόθεν δὲ προσβολὴν ἔχοντος, ἄλλως ἀλύων καὶ κεναῖς χρώμενος ἀπειλαῖς ὁρᾷ τῆς γῆς ἐκείνης κονιορτὸν ἄνω πολὺν ὑπὸ πνεύματος ἐπʼ αὐτούς φερόμενον. τέτραπται μὲν γὰρ, ὡς ἔφην, τὰ σπήλαια πρὸς βορέαν, ὁ δὲ ἀπὸ τῆς ἄρκτου πνέωνπνέων Van Herwerden: ῥέων. ἄνεμος, Καικίαν ἔνιοι καχοῦσιν, ἐπέχει μάλιστα καὶ πλεῖστός ἐστι τῶν ἐκεῖ πνευμάτων, ἐξ ὑγρῶν πεδίων καὶ νιφοβόλων συμφυσώμενος ὀρῶν· τότε δὲ καὶ θέρους ἀκμάζοντος ἰσχύων καὶ τρεφόμενος τῇ τῶν ὑπαρκτίων ἀνέσει πάγων ἥδιστος ἐπέπνει καὶ κατεῖχεν αὐτούς τε καὶ βοτὰ διʼ ἡμέρας ἀναψύχων.
17.4
ταῦτα δὴ συλλογιζόμενος ὁ Σερτώριος καὶ παρὰ τῶν ἐγχωρίων ἀκούων, ἐκέλευσε τοὺς στρατιώτας τῆς ἀραιᾶς καὶ τεφρώδους γῆς ἐκείνης ἀποσπῶντας καὶ παραφέροντας καταντικρὺ τοῦ λόφου θῖνα ποιεῖν, ἣν οἱ βάρβαροι χώματος ἐπʼ αὐτούς εἶναι κατασκευὴν ὑπονοοῦντες ἐχλεύαζον.
17.5
τότε μὲν οὖν ἐργασαμένους τοὺς στρατιώτας ἄχρι νυκτὸς ἀπήγαγεν· ἅμα δʼ ἡμέρᾳ πρῶτον μὲν αὔρα μαλακὴ προαπέπνει διακινοῦσα τῆς συμπεφορημένης γῆς τὸ λειότατον ὥσπερ ἄχνην σκιδνάμενον, ἔπειτα σοβαροῦ τοῦ Καικίου πρὸς τόν ἥλιον ἐκχεομένου καὶ τῶν λόφων κονιωμένων ἐπιστάντες οἱ στρατιῶται τόν τε χοῦν ἀνέτρεπον διὰ βάθους καὶ τόν σπίλον ἔκοπτον, ἔνιοι δὲ καὶ τοὺς ἵππους ἄνω καὶ κάτω διεξήλασαν ἀνιστάντες τὸ χαύνωμα καὶ τῇ πνοῇ μετέωρον παραδιδόντες.