Thesauros Edebiyat biography Σερτώριος

Σερτώριος

Σερτώριος Plutarch
16.5 ἄμαχον γὰρ τὸ ἐνδελεχές, ᾧ πᾶσαν ἐπιὼν ὁ χρόνος αἱρεῖ καὶ κατεργάζεται δύναμιν, εὐμενὴς ὢν σύμμαχος τοῖς δεχομένοις λογισμῷ τὸν καιρὸν αὐτοῦ, τοῖς δὲ ἀκαίρως ἐπειγομένοις πολεμιώτατος. τοιαῦτα μὲν ὁ Σερτώριος ἑκάστοτε πλέκων παραμύθια τοῖς βαρβάροις διεπαιδαγώγει τὸν καιρόν.
17.1 οὐδενὸς δὲ ἧττον αὐτοῦ τῶν πολεμικῶν ἔργων ἐθαυμάσθη τὸ περὶ τοὺς λεγομένους Χαρακιτανούς. εἰσὶ δὲ δῆμος ὑπὲρ τόν Ταγώνιον ποταμόν, οὐκ ἄστεσιν οὐδὲ κώμαις ἐνοικοῦντες, ἀλλὰ λόφος ἐστὶν εὐμεγέθης καὶ ὑψηλός ἄντρα καὶ κοιλώματα πετρῶν βλέποντα πρὸς βορέαν περιέχων, ἡ δʼ ὑποκειμένη πᾶσα χώρα πηλὸν ἀργιλώδη καὶ γῆν ὑπὸ χαυνότητος εὔθρυπτον ἀναδίδωσιν, οὔτε τοὺς ἐπιβαίνοντας ἀνέχεσθαι καρτεράν, καὶ μικρὸν ἁψαμένων, ὥσπερ ἄσβεστον ἢ τέφραν, ἐπὶ πολὺ διαχεομένην.
17.2 τῶν οὖν βαρβάρων, ὁσάκις φόβῳ πολέμου καταδύντες εἰς τὰ σπήλαια καὶ τὴν λείαν εἴσω συναγαγόντες ἀτρεμοῖεν, ὄντων ἀλήπτων ὑπὸ βίας, τόν δὲ Σερτώριον τότε διακεκριμένον ἀπὸ τοῦ Μετέλλου καὶ καταστρατοπεδεύσαντα παρὰ τόν λόφον ὑπερφρονούντων ὡς κεκρατημένον, εἴτε ὑπʼ ὀργῆς ἐκεῖνος εἴτε μὴ δοκεῖν φεύγειν βουλόμενος ἅμʼ ἡμέρᾳ προσελάσας κατεσκέπτετο τόν τόπον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi