16.5
ταύτῃ μὲν οὖν ὁ Ἀντίγονος ἡττᾶτο κατὰ κράτος, τοῖς δὲ ἱππεῦσιν ἐπεκράτει· τοῦ δὲ Πευκέστου παντάπασιν ἐκλελυμένως καὶ ἀγεννῶς ἀγωνισαμένου καὶ τὴν ἀποσκευὴν ἔλαβε πᾶσαν, αὑτῷ τε νήφοντι χρησάμενος παρὰ τὰ δεινὰ καὶ τοῦ τόπου συνεργοῦντος.
16.6
ἀχανὲς γὰρ ἦν τὸ πεδίον, οὔτε βαθύτερον οὔτε ἀπόκροτον καὶ στερεόν, ἀλλὰ θινῶδες καὶ μεστὸν ἁλμυρίδος αὐχμηρᾶς, ἢ τοσούτων μὲν ἵππων τοσούτων δὲ ἀνθρώπων ξαινομένη δρόμοις ὑπὸ τὸν τῆς μάχης καιρόν ἐξήνθει κόνιν ὥσπερ ἄσβεστον, ἀπολευκαίνουσαν τὸν ἀέρα καὶ τὰς ὄψεις διαθολοῦσαν. ᾗ καὶ ῥᾴδιον λαθὼν ὁ Ἀντίγονος τῆς ἀποσκευῆς τῶν πολεμίων ἐκράτησε.
17.1
παυσαμένης δὲ τῆς μάχης εὐθὺς οἱ περὶ τὸν Τεύταμον ἐπρεσβεύοντο περὶ τῆς ἀποσκευῆς. Ἀντιγόνου δὲ καὶ ταύτην ἀποδώσειν ὑπισχνουμένου τοῖς ἀργυράσπισι καὶ τἆλλα χρήσεσθαι φιλανθρώπως, εἰ παραλάβοι τὸν Εὐμενῆ, βούλευμα δεινὸν οἱ ἀργυράσπιδες ἐβουλεύσαντο, ἐγχειρίσαι ζῶντα τοῖς πολεμίοις τὸν ἄνδρα.
17.2
καὶ πρῶτον μὲν ἀνυπόπτως προσεπέλαζον αὐτῷ καὶ παρεφύλαττον, οἱ μὲν ἀποδυρόμενοι περὶ τῆς ἀποσκευῆς, οἱ δὲ θαρρεῖν ὡς νενικηκότα κελεύοντες, οἱ δὲ τῶν ἄλλων ἡγεμόνων κατηγοροῦντες. ἔπειτα προσπεσόντες ἐξήρπασαν τὸ ἐγχειρίδιον αὐτοῦ καὶ τῇ ζώνῃ τὰς χεῖρας ἀποστρέψαντες ἔδησαν. ἐπεὶ δὲ ὑπὸ Ἀντιγόνου Νικάνωρ ἐπέμφθη παραληψόμενος αὐτόν, ἐδεῖτο λόγου τυχεῖν ἀγόμενος διὰ τῶν Μακεδόνων, οὐκ εἰς δέησιν ἢ παραίτησιν, ἀλλʼ ὡς περὶ τῶν ἐκείνοις συμφερόντων διαλεξόμενος.