Thesauros Edebiyat biography Εὐμένης

Εὐμένης

Εὐμένης Plutarch
15.5 εὐμενὴς δὲ τὴν ταραχὴν ἀφῄρει καὶ τὸν φόβον, ὑπισχνούμενος ἐπιστήσειν τῶν πολεμίων τὸ τάχος, ὥστε τρισὶν ὕστερον ἡμέραις ἢ προσδοκῶνται παραγενέσθαι. πεισθέντων δὲ αὐτῶν ἅμα μὲν ἀγγέλους περιέπεμπε τὰς δυνάμεις ἐκ τῶν χειμαδίων καὶ τοὺς ἄλλους ἀθροίζεσθαι κατὰ τάχος κελεύων, ἅμα δὲ αὐτὸς ἐξιππασάμενος μετὰ τῶν ἄλλων ἡγεμόνων, καὶ τόπον ἐξ ἀπόπτου καταφανῆ τοῖς ὁδεύουσι τὴν ἔρημον περιβαλόμενος καὶ διαμετρήσας, ἐκέλευε πυρὰ πολλὰ καίειν ἐν διαστήμασιν, ὥσπερ οἱ στρατοπεδεύοντες.
15.6 γενομένου δὲ τούτου καὶ τῶν πυρῶν τοῖς περὶ Ἀντίγονον ἐκ τῆς ὀρεινῆς καταφανέντων, ἄχθος ἔσχε καὶ δυσθυμία τὸν Ἀντίγονον, οἰόμενον ᾐσθημένους ἔκπαλαι τοὺς πολεμίους ἀπαντᾶν. ἵνʼ οὖν μὴ κατάκοπος καὶ τετρυμένος ἐκ πορείας ἀναγκάζηται μάχεσθαι πρὸς ἀνθρώπους ἑτοίμους καὶ καλῶς κεχειμακότας, προέμενος τὴν σύντομον ἦγε διὰ κωμῶν καὶ πόλεων, καθʼ ἡσυχίαν ἀναλαμβάνων τὸ στράτευμα.
15.7 μηδενὸς δὲ ἐμποδὼν ὄντος, ὥσπερ εἴωθεν ἀντικαθημένων πολεμίων, τῶν δὲ περιχώρων λεγόντων στράτευμα μηδὲν ὦφθαι, πυρῶν δὲ κεκαυμένων μεστὸν εἶναι τὸν τόπον, ᾔσθετο κατεστρατηγημένος ὑπὸ Εὐμένους, καὶ βαρέως φέρων προσῆγεν ὡς φανερᾷ μάχῃ κριθησόμενος.
16.1 ἐν τούτῳ δὲ τῆς δυνάμεως περὶ τὸν Εὐμενῆ τὸ πλεῖστον ἠθροισμένον ἐθαύμαζε τὴν σύνεσιν αὐτοῦ, καὶ μόνον ἐκέλευεν ἄρχειν· ἐφʼ ᾧ λυπούμενοι καὶ φθονοῦντες οἱ τῶν ἀργυρασπίδων ἡγεμόνες, Ἀντιγένης καὶ Τεύταμος, ἐπεβούλευον αὐτῷ, καὶ τοὺς πλείστους τῶν τε σατραπῶν καὶ τῶν στρατηγῶν συναγαγόντες ἐβουλεύοντο πότε χρὴ καὶ πῶς τὸν Εὐμενῆ διαφθεῖραι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi