Thesauros Edebiyat biography Κράσσος

Κράσσος

Κράσσος Plutarch
27.3 οὗτοι μὲν οὖν ἐπαυλισάμενοι πλησίον ἐν ἐλπίσι μεγάλαις ἦσαν νὺξ δὲ χαλεπὴ τοὺς Ῥωμαίους κατελάμβανεν, οὔτε ταφῆς τῶν κειμένων οὔτε θεραπείας τῶν τετρωμένων καὶ ψυχορραγούντων ποιουμένους λόγον, ἑκάστου δʼ ἑαυτὸν ἀποκλαίοντος. ἄφυκτα γὰρ ἐφαίνετο τήν τε ἡμέραν αὐτοῦ προσμείνασι καὶ νύκτωρ εἰς πεδίον ἀχανὲς ἐμβαλοῦσιν· οἵ τε τραυματίαι πολλὴν ἀπορίαν παρεῖχον, καὶ κομίζειν, ἐμποδὼν τῷ τάχει τῆς φυγῆς ἐσόμενοι, καὶ ἀπολείπειν, βοῇ τήν ἀπόδρασιν ἐξαγγελοῦντες.
27.4 τοῦ δὲ Κράσσου, καίπερ αἴτιον ἁπάντων νομίζοντες, ἐπόθουν ὅμως τήν τε ὄψιν καὶ τήν φωνήν. ὁ δὲ καθʼ ἑαυτὸν ἐγκεκαλυμμένος ὑπὸ σκότους ἔκειτο, παράδειγμα τοῖς πολλοῖς τύχης, τοῖς δʼ εὖ φρονοῦσιν ἀβουλίας καὶ φιλοτιμίας, διʼ ἣν οὐκ ἠγάπα πρῶτος ὢν καὶ μέγιστος ἐν μυριάσιν ἀνθρώπων τοσαύταις, ἀλλʼ ὅτι δυεῖν μόνον ἀνδρῶν ὕστερος ἐκρίνετο, τοῦ παντὸς ἀποδεῖν νομίζων.
27.5 τότε δʼ οὖν αὑτὸν Ὀκταούϊος ὁ πρεσβευτὴς καὶ Κάσσιος ἀνίστασαν καὶ παρεθάρρυνον, ὡς δʼ ἀπηγορεύκει παντάπασιν, αὐτοὶ συγκαλέσαντες ἑκατοντάρχας καὶ λοχαγούς, ὡς ἔδοξε βουλευομένοις μὴ μένειν, ἀνίστασαν τὸν στρατὸν ἄνευ σάλπιγγος καὶ διʼ ἡσυχίας τὸ πρῶτον· εἶτʼ αἰσθομένων ὡς ἀπελείποντο τῶν ἀδυνάτων, ἀκοσμία δεινὴ καὶ σύγχυσις μετʼ οἰμωγῆς καὶ βοῆς τὸ στρατόπεδον κατεῖχεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi