Thesauros Edebiyat biography Κράσσος

Κράσσος

Κράσσος Plutarch
25.3 ὁ δὲ βοήσας ὡς οὐ μένουσιν οἱ ἄνδρες, ἤλαυνε, καὶ σὺν αὐτῷ Κηνσωρῖνός τε καὶ Μεγάβακχος, ὁ μὲν εὐψυχίᾳ καὶ ῥώμῃ διαφέρων, Κηνσωρῖνος δὲ βουλευτικὸν ἔχων ἀξίωμα καὶ δεινὸς εἰπεῖν, ἑταῖροι δὲ Κράσσου καὶ παραπλήσιοι καθʼ ἡλικίαν., ἐπισπομένων δὲ τῶν ἱππέων οὐδὲ τὸ πεζὸν ἀπελείπετο προθυμίᾳ καὶ χαρᾷ τῆς ἐλπίδος· νικᾶν γὰρ ᾤοντο καὶ διώκειν, ἄχρι οὗ πολὺ προελθόντες ᾔσθοντο τὴν ἀπάτην, μεταβαλλομένων ἅμα τῶν φεύγειν δοκούντων καὶ πλειόνων ἄλλων ἐπιφερομένων.
25.4 ἐνταῦθα ἔστησαν, οἰόμενοι συνάψειν αὐτοῖς εἰς χεῖράς ὀλίγοις οὖσι τοὺς πολεμίους, οἱ δὲ τοὺς καταφράκτους προτάξαντες ἐναντίους τοῖς Ῥωμαίοις, τὴν δʼ ἄλλην ἵππον ἄτακτον περὶ αὐτοὺς ἐλαύνοντες, καὶ συνταράττοντες τὸ πεδίον, ἀνίστασαν ἐκ βυθοῦ θῖνας ἄμμου κονιορτὸν ἐπαγούσας ἄπλετον, ὡς μήτε διορᾶν ῥᾳδίως μήτε φθέγγεσθαι τοὺς Ῥωμαίους,
25.5 εἱλουμένους δὲ ἐν ὀλίγῳ καὶ συμπίπτοντας ἀλλήλοις βάλλεσθαι καὶ ἀποθνῄσκειν οὐ ῥᾴδιον οὐδʼ ὀξὺν θάνατον, ἀλλʼ ὑπὸ σπασμοῦ καὶ ὀδύνης δυσανασχετοῦντας καὶ κυλινδουμένους περὶ τοῖς ὀιστοῖς ἐναποθραύειν τοῖς τραύμασι, βίᾳ τε πειρωμένους ἐξέλκειν ἠγκιστρωμένας ἀκίδας καὶ δεδυκυίας διὰ φλεβῶν καὶ νεύρων προσαναρρηγνύναι καὶ λυμαίνεσθαι σφᾶς αὐτούς.
25.6 οὕτω δὲ πολλῶν ἀποθνῃσκόντων ἄπρακτοι καὶ οἱ ζῶντες ἦσαν πρὸς ἀλκήν· καὶ τοῦ Ποπλίου παρακαλοῦντος ἐμβαλεῖν εἰς τὴν κατάφρακτον, ἐπεδείκνυσαν ἑαυτῶν χεῖράς τε θυρεοῖς πεπερονημένας καὶ πόδας διαμπὰξ προσεληλαμένους πρὸς τοὔδαφος, ὥστε καὶ πρὸς φυγὴν ἀμηχάνους εἶναι καὶ πρὸς ἄμυναν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi