Thesauros Edebiyat biography Κράσσος

Κράσσος

Κράσσος Plutarch
18.5 ἡσυχῇ δὲ παρεδήλουν καί οἱ μάντεις ὡς ἀεὶ πονηρὰ σημεῖα καί δυσέκθυτα προφαίνοιτο τῷ Κράσσῳ διὰ τῶν ἱερῶν, ἀλλʼ οὔτε τούτοις προσεῖχεν οὔτε τοῖς ἕτερόν τι πλὴν ἐπείγεσθαι παραινοῦσιν.
19.1 οὐχ ἥκιστα δʼ αὐτὸν Ἀρταβάζης ὁ Ἀρμενίων βασιλεὺς ἐπέρρωσεν· ἦλθε γὰρ εἰς τὸ στρατόπεδον μεθʼ ἑξακισχιλίων ἱππέων. καὶ οὗτοι μὲν ἐλέγοντο φύλακες καὶ προπομποὶ βασιλέως· ἑτέρους δὲ μυρίους ὑπισχνεῖτο καταφράκτους καὶ τρισμυρίους πεζοὺς οἰκοσίτους.
19.2 ἔπειθε δὲ Κράσσον ἐμβαλεῖν διʼ Ἀρμενίας εἰς τὴν Παρθίαν· οὐ γὰρ μόνον ἐν ἀφθόνοις διάξειν τὴν στρατιὰν αὐτοῦ παρέχοντος, ἀλλὰ καὶ πορεύσεσθαι διʼ ἀσφαλείας, ὄρη πολλὰ καὶ λόφους συνεχεῖς καὶ χωρία δύσιππα πρὸς τὴν ἵππον, ἣ μόνη Πάρθων ἀλκή, προβαλλόμενον. ὁ δὲ τὴν προθυμίαν αὐτοῦ καὶ τὴν λαμπρότητα τῆς βοηθείας μετρίως ἠγάπησε, βαδιεῖσθαι δʼ ἔφη διὰ Μεσοποταμίας, ὅπου πολλοὺς καὶ ἀγαθοὺς Ῥωμαίων ἄνδρας ἀπέλιπεν.
19.3 ὁ μὲν οὖν Ἀρμένιος ἐπὶ τούτοις ἀπήλαυνεν. τῷ δὲ Κράσσῳ διαβιβάζοντι τὴν στρατιὰν κατὰ τὸ Ζεῦγμα πολλαὶ μὲν ὑπερφυεῖς βρονταὶ περιερρήγνυντο, πολλὰ δὲ καὶ ἤστραπτενκαὶ ἤστραπτεν MSS., Coraës, and Bekker: κατήστραπτεν with Pseudo-Appian. ἐναντία τῷ στρατῷ, πνεῦμα δὲ νέφει καὶ πρηστῆρι μεμιγμένον ἐρεῖσαν αὐτοῦ κατὰ τῆς σχεδίας ἀνέρρηξε πολλὰ καὶ συνέτριψεν·
19.4 ἐβλήθη δὲ καὶ κεραυνοῖς δυσὶν ὁ χῶρος οὗ στρατοπεδεύειν ἔμελλεν. ἵππος δὲ τῶν στρατηγικῶν ἐπιφανῶς κεκοσμημένος βίᾳ συνεπισπάσας τὸν ἡνίοχον εἰς τὸ ῥεῖθρον ὑποβρύχιος ἠφανίσθη. λέγεται δὲ καὶ τῶν ἀετῶν ὁ πρῶτος ἀρθεὶς ἀπὸ ταὐτομάτου μεταστραφῆναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi