Thesauros Edebiyat biography Κράσσος

Κράσσος

Κράσσος Plutarch
16.4 μέγα γὰρ ἦν ἐκείνου τὸ πρὸς τὸν ὄχλον ἀξίωμα· καὶ τότε παρεσκευασμένους πολλοὺς ἐνίστασθαι καὶ καταβοᾶν ὁρώμενος πρὸ αὐτοῦ φαιδρῷ βλέμματι καὶ προσώπῳ κατεπράυνεν ὁ Πομπήιος, ὥσθʼ ὑπείκειν σιωπῇ διʼ αὐτῶν προϊοῦσιν. ὁ δʼ Ἀτήιος ἀπαντήσας πρῶτον μὲν ἀπὸ φωνῆς ἐκώλυε καὶ διεμαρτύρετο μὴ βαδίζειν, ἔπειτα τὸν ὑπηρέτην ἐκέλευεν ἁψάμενον τοῦ σώματος κατέχειν.
16.5 ἄλλων δὲ δημάρχων οὐκ ἐώντων, ὁ μὲν ὑπηρέτης ἀφῆκε τὸν Κράσσον, ὁ δʼ Ἀτήιος προδραμὼν ἐπὶ τὴν πύλην ἔθηκεν ἐσχαρίδα καιομένην, καὶ τοῦ Κράσσου γενομένου κατʼ αὐτήν ἐπιθυμιῶν καὶ κατασπένδων ἀρὰς ἐπηρᾶτο δεινὰς μὲν αὐτὰς καὶ φρικώδεις, δεινοὺς δέ τινας θεοὺς καὶ ἀλλοκότους ἐπʼ αὐταῖς καλῶν καὶ ὀνομάζων·
16.6 ταύτας φασὶ Ῥωμαῖοι τὰς ἀρὰς ἀποθέτους καὶ παλαιὰς τοιαύτην ἔχειν δύναμιν ὡς περιφυγεῖν μηδένα τῶν ἐνσχεθέντων αὐταῖς, κακῶς δὲ πράσσειν καὶ τὸν χρησάμενον, ὅθεν οὐκ ἐπὶ τοῖς τυχοῦσιν αὐτὰς οὐδʼ ὑπὸ πολλῶν ἀρᾶσθαι. καὶ τότʼ οὖν ἐμέμφοντο τὸν Ἀτήιον, εἰ διʼ ἣν ἐχαλέπαινε τῷ Κράσσῳ πόλιν, εἰς αὐτήν ἀρὰς ἀφῆκε καὶ δεισιδαιμονίαν τοσαύτην.
17.1 ὁ δὲ Κράσσος εἰς Βρεντέσιον ἦλθεν. ἔτι δʼ ἀστατούσης χειμῶσι τῆς θαλάσσης οὐ περιέμεινεν, ἀλλʼ ἀνήχθη καὶ συχνὰ τῶν πλοίων ἀπέβαλε, τὴν δʼ ἄλλην ἀναλαβὼν δύναμιν ἠπείγετο πεζῇ διὰ Γαλατίας, εὑρὼν δὲ τὸν βασιλέα Δηιόταρον πάνυ μὲν ὄντα γηραιὸν ἤδη, κτίζοντα δὲ νέαν πόλιν, ἐπέσκωψεν εἰπών ὦ βασιλεῦ, δωδεκάτης ὥρας οἰκοδομεῖν ἄρχῃ . γελάσας δʼ ὁ Γαλάτης·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi