Thesauros Edebiyat biography Νικίας

Νικίας

Νικίας Plutarch
21.4 τούτων ὁ Νικίας τὰ μὲν αἰνιττόμενος, τὰ δʼ οὐ θέλων ἐν φανερῷ λέγειν, ἀτολμίας παρέσχε τοῖς στρατηγοῖς δόξαν, καὶ ταῦτʼ ἐκεῖνα πάλιν ἥκειν φάσκοντες αὐτοῦ, μελλήματα καὶ διατριβὰς καὶ ἀκριβολογίας, αἷς ἀπώλεσε τὴν ἀκμὴν οὐκ εὐθὺς ἐπιχειρῶν τοῖς πολεμίοις, ἀλλʼ ἕωλος καὶ καταφρονούμενος, τῷ Δημοσθένει προσετίθεντο. καὶ ὁ Νικίας μόλις συνεχώρησεν ἐκβιασθείς.
21.5 οὕτω δὴ τὴν πεζὴν στρατιὰν ἀναλαβὼν ὁ Δημοσθένης νυκτὸς ἐπεχείρει ταῖς Ἐπιπολαῖς· καὶ τοὺς μὲν φθάσας πρὶν αἰσθέσθαι τῶν πολεμίων ἀπέκτεινε, τοὺς δʼ ἀμυνομένους ἐτρέψατο. καὶ κρατῶν οὐκ ἔμενεν, ἀλλʼ ἐχώρει προσωτέρω, μέχρι οὗ τοῖς Βοιωτοῖς ἐνέτυχε. πρῶτοι γὰρ οὗτοι συστρέψαντες ἑαυτοὺς καὶ συνδραμόντες εἰς τοὺς Ἀθηναίους ἐναντίοις τοῖς δόρασι μετὰ βοῆς ἐώσαντο καὶ πολλοὺς αὐτοῦ κατέβαλον.
21.6 διʼ ὅλου δὲ τοῦ στρατεύματος εὐθὺς ἦν πτοία καὶ ταραχή, καὶ τοῦ φεύγοντος ἤδη καταπιμπλάμενον τὸ ἔτι νικῶν, καὶ τὸ ἐπιβαῖνον καὶ προσφερόμενον ὑπὸ τῶν πεφοβημένων ἀνακοπτόμενον ἑαυτῷ περιέπιπτε, τοὺς μὲν φεύγοντας οἰόμενον διώκειν, τοῖς δὲ φίλοις ὡς πολεμίοις χρώμενον.
21.7 ἡ γὰρ ἄτακτος ἀνάμιξις ἐν ταὐτῷ μετὰ φόβου καὶ ἀγνοίας, καὶ τὸ τῆς ὄψεως ἄπιστον ἐν νυκτὶ μήτε σκότος ἄκρατον μήτε φῶς ἐχούσῃ βέβαιον, ἀλλʼ οἵαν εἰκὸς ἤδη καταφερομένης σελήνης καὶ περισκιαζομένης ὅπλοις πολλοῖς καὶ σώμασι κινουμένοις διὰ τοῦ φωτὸς μὴ διασαφοῦσαν τὰ εἴδη φόβῳ τοῦ πολεμίου καὶ τὸ οἰκεῖον ποιεῖν ὕποπτον, εἰς δεινὰς ἀπορίας καὶ περιπετείας καθίστη τοὺς Ἀθηναίους.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi