Thesauros Edebiyat biography Νικίας

Νικίας

Νικίας Plutarch
20.3 τὸ δὲ μέγιστον, ἀφείλετο τοῦ Νικίου τῆς ἀγορᾶς τὴν εὐπέτειαν. ἦν γὰρ ἡ κομιδὴ παρὰ τὸ Πλημμύριον ἀσφαλὴς καὶ ταχεῖα τῶν Ἀθηναίων κρατούντων, ἐκπεσόντων δὲ χαλεπὴ καὶ μετὰ μάχης ἐγίνετο πρὸς τοὺς πολεμίους ἐκεῖ ναυλοχοῦντας. ἔτι δὲ καὶ τὸ ναυτικὸν τοῖς Συρακουσίοις οὐκ ἀπὸ κράτους ἐφαίνετο νενικημένον, ἀλλʼ ἀταξίᾳ περὶ τὴν δίωξιν. αὖθις οὖν ἐπεχείρουν παρασκευαζόμενοι λαμπρότερον.
20.4 ὁ δὲ Νικίας οὐκ ἐβούλετο ναυμαχεῖν, ἀλλὰ πολλὴν ἀβελτερίαν ἔλεγεν εἶναι, στόλου τοσούτου προσπλέοντος αὐτοῖς καὶ δυνάμεως ἀκραιφνοῦς, ἣν ἦγε Δημοσθένης σπεύδων, ἀπʼ ἐλαττόνων καὶ χορηγουμένων φαύλως διαγωνίσασθαι. τοῖς δὲ περὶ τὸν Μένανδρον καὶ τὸν Εὐθύδημον ἀρτίως εἰς τὴν ἀρχὴν καθισταμένοις φιλοτιμία καὶ ζῆλος ἦν πρὸς ἀμφοτέρους τοὺς στρατηγούς, τὸν μὲν Δημοσθένην φθῆναι πράξαντάς τι λαμπρόν, ὑπερβαλέσθαι δὲ τὸν Νικίαν.
20.5 πρόσχημα δʼ ἦν ἡ δόξα τῆς πόλεως, ἣν ἀπόλλυσθαι καὶ καταλύεσθαι παντάπασι φάσκοντες εἰ φοβηθήσονται Συρακουσίους ἐπιπλέοντας, ἐξεβιάσαντο ναυμαχῆσαι. καὶ καταστρατηγηθέντες ὑπʼ Ἀρίστωνος τοῦ Κορινθίων κυβερνήτου τοῖς περὶ τὸ ἄριστον, ὡς εἴρηκε Θουκυδίδης, κατὰ κράτος ἡττήθησαν καὶ πολλοὺς ἀπέβαλον· καὶ ἀθυμία πολλὴ περιεστήκει τὸν Νικίαν τῇ τε μοναρχίᾳ κακοπαθοῦντα καὶ σφαλλόμενον αὖθις ὑπὸ τῶν συναρχόντων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi