Thesauros Edebiyat biography Νικίας

Νικίας

Νικίας Plutarch
19.4 Τίμαιος δὲ καὶ τοὺς Σικελιώτας φησὶν ἐν μηδενὶ λόγῳ ποιεῖσθαι τὸν Γύλιππον, ὕστερον μὲν αἰσχροκέρδειαν αὐτοῦ καὶ μικρολογίαν καταγνόντας, ὡς δὲ πρῶτον ὤφθη, σκώπτοντας εἰς τὸν τρίβωνα καὶ τὴν κόμην. εἶτα μέντοι φησὶν αὐτὸς ὅτι τῷ Γυλίππῳ φανέντι καθάπερ γλαυκὶ πολλοὶ προσέπτησαν ἑτοίμως στρατευόμενοι. καὶ ταῦτα τῶν πρώτων ἀληθέστερά εἰσιν· ἐν γὰρ τῇ βακτηρίᾳ καὶ τῷ τρίβωνι τὸ σύμβολον καὶ τὸ ἀξίωμα τῆς Σπάρτης καθορῶντες συνίσταντο.
19.5 κἀκείνου τὸ πᾶν ἔργον γεγονέναι φησὶν οὐ Θουκυδίδης μόνον, ἀλλὰ καὶ Φίλιστος, ἀνὴρ Συρακούσιος καὶ τῶν πραγμάτων ὁρατὴς γενόμενος.
19.5 τῇ μὲν οὖν πρώτῃ μάχῃ κρατήσαντες οἱ Ἀθηναῖοι τῶν Συρακουσίων ὀλίγους τινὰς ἀπέκτειναν καὶ Γογγύλον τὸν Κορίνθιον, εἰς δὲ τὴν ἐπιοῦσαν ἡμέραν ἔδειξεν ὁ Γύλιππος οἷόν ἐστιν ἐμπειρία. τοῖς γὰρ αὐτοῖς ὅπλοις καὶ ἵπποις καὶ χωρίοις χρησάμενος οὐχ ὡσαύτως, ἀλλὰ μεταθεὶς τὴν τάξιν, ἐνίκησε τοὺς Ἀθηναίους·
19.6 καὶ φυγόντων εἰς τὸ στρατόπεδον ἐπιστήσας τοὺς Συρακουσίους, τοῖς λίθοις οἷς ἐκεῖνοι προσεκόμιζον καὶ τῇ ὕλῃ παροικοδομῶν εἰς διαστολὰς ἀπέκοψε τὸν ἐκείνων περιτειχισμόν, ὥστʼ αὐτοῖς μηδὲν εἶναι πλέον κρατοῦσιν.
19.6 ἐκ τούτου δὲ θαρρήσαντες οἱ Συρακούσιοι τάς τε ναῦς ἐπλήρουν, καὶ τοῖς ἱππεῦσι τοῖς ἑαυτῶν καὶ ἀκολούθοις περιελαύνοντες πολλοὺς ᾕρουν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi